Astrology

Gennadios Scholarios, Science knows the outcome of things. Not the true causes

Ὅτι οὐ γινώσκει τὰ μέλλοντα ἐν ἑαυτοῖς· ὑπὸ γὰρ μόνου τοῦ Θεοῦ οὕτω γινώσκονται, ᾧ πάντα εἰσὶ παρόντα, τῆς αὐτοῦ νοήσεως ἐπὶ πάντα φερομένης τὸν χρόνον ὁμοῦ. Ἐν δὲ ταῖς αὐτῶν αἰτίαις ἔνια γινώσκει· καὶ τὰ μὲν ἀναγκαίως ἐξ αὐτῶν προϊόντα βεβαίῳ ἐπιστήμῃ γινώσκει, ὡς οἱ ἀστρολόγοι τὴν μέλλουσαν ἔκλειψιν· τὰ δέ, ὡς ἐπὶ τὸ πλεῖστον, στοχαστικῶς, ἢ μᾶλλον καὶ ἧττον, καθόσον καὶ τὰ αἴτια μᾶλλον ἢ ἧττον ἐπὶ τὰ ἀποτελέσματα ῥέπουσιν.

Miracles of Saint Eugenius

Τοῦτον δὲ τὴν πόλιν εἰσδύντα καὶ πρὸς τῷ μεγάλῳ φθάσαντα ναῷ τῆς παναχράντου θεομήτορος λέγεται βύθιόν τι στενάξαι ἀπὸ μέσης καρδίας καὶ πολλὰ αὑτὸν ταλανίσαι, ὡς τοῖς ματαίοις καταπεισθέντα ἀστρολόγοις ἐκείνοις καὶ τῷ ὀφθέντι ξένῳ ἀνδρὶ Εὐγενίῳ ἀκολουθῆσαι καὶ ἤδη ἀκλεῶς οὐχ ἥκιστα δυστυχῶς διέρχεσθαι τὴν αὐθεντικὴν τῶν Ῥωμαίων λεωφόρον ὁδόν.