Christian Topography, vol. III, book ΧΙΙ, sections 11-13, pp. 373-375

Full Title: 
Xριστιανική Τοπογραφία, Topographie Chrétienne
Text - Hyperlink: 

 

Φοίνικες οὖν τῷ ἔθνει γειτνιῶντες καὶ ἐξ αὐτῶν μαθόντες γράμματα καὶ ἀναγραφὰς τῶν Ἑλλήνων ἀρχαιοτέρας ἀνεγράψαντο καὶ ῞ελληνας μαθεῖν γράμματα παρεσκεύασαν· Κάδμος γὰρ ἀπὸ Τύρου τὰ γράμματα λαβὼν εἰς Ἑλλάδα μετήνεγκε. Μὴ οὖν τὰς ὀφρῦς ῞ελληνες ἀνατεινάτωσαν ὥς τι καινὸν τῷ βίῳ πρῶτοι ἐφευρηκότες͵ παρ΄ ἑτέρων καὶ τὰ γράμματα καὶ τοὺς νόμους καὶ τὴν ὑπόνοιαν τῆς σφαίρας καὶ τὴν ἀστρονομίαν καὶ ἀστρολογίαν ἐρανισάμενοι. Ὀψὲ γάρ ποτε φανέντες ἐν βίῳ τὸν κόσμον ἀΐδιον ἐδόξασαν· παρ΄ ἑτέρων τὸν οὐρανὸν σφαῖραν ὑπονοεῖν διδαχθέντες͵ ὡς αὐτοὶ πρῶτοι τοῦτο δοξάσαντες τὸν κανόνα τῆς ἀστρονομίας ὡς ἴδιον ἐξέθεντο· παρ΄ ἑτέρων τὰ γράμματα διδαχθέντες͵ συγγραφεῖς ἀρχαίους καὶ πρώτους ἑαυτοὺς ὑποτίθενται· παρ΄ ἑτέρων διδαχθέντες νομοθετεῖν͵ νομοθέτας ἀρχαίους καὶ δικαιάρχους ἑαυτοὺς ἀνεζωγράφησαν· πλατύτητα γλώττης καὶ κάλλος λόγου παρὰ τοῦ δοτῆρος Θεοῦ κομισάμενοι͵ τῷ δοτῆρι Θεῷ ἀχαριστοῦντες τοῖς αὐτοῦ λόγοις ἀπειθοῦσι· πάντα παρὰ Θεοῦ καὶ τῶν πρὸ αὐτῶν κομισάμενοι τοὺς πάντας ἀθετοῦσι καὶ ὡς ἴδια σοβαρῶς σφετερίζονται. Μαχόμενοι γὰρ τοῖς θείοις λόγοις τοῖς λέγουσιν ὁ στήσας τὸν οὐρανὸν ὡσεὶ καμάραν ἀντιβοῶσιν οἱ βέλτιστοι λέγοντες· Οὐκ ἔστιν οὕτως͵ σφαιροειδὴς γάρ ἐστι͵ καὶ τοῦτο πρόδηλον ἐκ τῶν προλεγομένων παρ΄ ἡμῶν ἐκλείψεων· ἔτι δὲ ἀνάστασιν νεκρῶν ἀκούοντες κηρυττομένην ἐν αὐτοῖς͵ ἀδυνατοῦν τοῦτο γενέσθαι· τὸν ὑπὸ μυρίων γὰρ σωμάτων ἐκ διαδοχῆς δαπανηθέντα͵ πῶς ἐνδέχεται ἀναστῆναι; Καὶ ἁπλῶς εἰπεῖν͵ κατασοφίζονται τοῦ δοτῆρος τῆς γλώττης͵ ἀνατρέπειν ἐπιχειροῦντες τὰ δόγματα τῆς αὐτοῦ Ἐκκλησίας.

 

 

 

 

Year: 
written between 547 and 550
Century: 
6th c.
Bibliography: 

SOURCES

J. P. Migne (ed.), Patrologia Graeca (PG), Paris 1886, vol. 88.

W. Wolska-Conus (ed. and trans.), Cosmas Indicopleustès, Topographie Chrétienne, 3 vols, Paris 1968, 1970, 1973.

E. O. Winstedt (ed.), Cosmas Indicopleustes - The Christian Topography of Cosmas Indicopleustes, Cambridge 2009.

 

J. W. McCrindle (trans.), The Christian Topography of Cosmas, an Egyptian Monk, Cambridge 2010. 

The Christian Topography  by Cosmas Indicopleustes available at: http://www.tertullian.org/fathers/cosmas_00_1_preface.htm (text) (Accessed: 17 February 2015).


 

SELECTED BIBLIOGRAPHY


W. Wolska-Conus, La Topographie chrétienne de Cosmas Indicopleustes: théologie et sciences au VIe siècle, Paris 1962.

 

 

 

 

Bibliographical Sources: 

 

 

3.