Synesius of Cyrene, Ad Paeonium de dono astrolabii, sections 4. 1 - 5. 88

Text - Hyperlink: 

 

 Πυθόμενός τε οὖν περὶ σοῦ παρὰ τῶν προλαβόντων ἐπὶ τὴν σὴν συνήθειαν, καὶ αὐτὸς δι’ ὀλίγου κατανοήσας ἐρῶ τοὺς ἀστρονομικοὺς σπινθῆρας ἐνόντας σου τῇ ψυχῇ τούτους ἐξάψαι καὶ ἐπὶ μέγα ἆραι διὰ τῶν ἐνόντων ἐπιβαλλόμενος· ἀστρονομία γὰρ αὐτή τε ὑπέρσεμνός ἐστιν ἐπιστήμη, καὶ τάχ’ ἀναβιβασμὸς ἐπί τι πρεσβύτερον γένοιτ’ ἄν· ἣν ἐγὼ προσεχὲς ἡγοῦμαι πορθμεῖον τῆς ἀπορρήτου θεολογίας. ὕλην τε γὰρ ὑποβέβληται τὸ μακάριον οὐρανοῦ σῶμα, οὗ καὶ τὴν κίνησιν νοῦ μίμησιν εἶναι τοῖς κορυφαιοτάτοις ἐν φιλοσοφίᾳ δοκεῖ· καὶ ἐπὶ τὰς ἀποδείξεις οὐκ  ἀμφισβητησίμως πορεύεται, ἀλλ’ ὑπηρέτισι χρῆται γεωμετρίᾳ τε καὶ ἀριθμητικῇ, ἃς ἀστραβῆ τῆς ἀληθείας κανόνα τις εἰπὼν οὐκ ἂν ἁμάρτοι τοῦ πρέποντος. προσάγω δή σοι δῶρον, ἐμοί τε δοῦναι σοί τε λαβεῖν πρεπωδέστατον, διανοίας μὲν ἔργον ἐμῆς, ὅσα μοι συνευπόρησεν ἡ σεβασμιωτάτη διδάσκαλος, χειρὸς δὲ τῶν καθ’ ἡμᾶς εἰς δημιουργίαν ἀργύρου τῆς ἀρίστης, περὶ οὗ προδιαλεχθεὶς προὔργου τι ἂν τῷ σκοπῷ ποιήσαιμι. ὁ δὲ σκοπός, τὰς ἐν σοὶ φυσικὰς περὶ φιλοσοφίαν ὁρμὰς ἐκκαλέσασθαι. εἰ γὰρ ἔφεσίς σοι παραγένοιτο τοῦ συντείνων τὰς ὄψεις ἐπιβαλεῖν τῷ φαινομένῳ, τότε σοι μεῖζον ὀρέξω δῶρον, τὰ περὶ τῆς ἐπιστήμης αὐτῆς. ἀλλ’ ὅπως καὶ νῦν προσέξεις τοῖς λεγομένοις περὶ τοῦ δεικνυμένου.

 Σφαιρικῆς ἐπιφανείας ἐξάπλωσιν, ταυτότητα λόγων ἐν ἑτερότητι τῶν σχημάτων τηροῦσαν, ᾐνίξατο μὲν Ἵππαρχος ὁ παμπάλαιος, καὶ ἐπέθετό γε πρῶτος τῷ σκέμματι·ἡμεῖς δέ, εἰ μὴ μεῖζον ἢ καθ’ ἡμᾶς εἰπεῖν, ἐξυφήναμέν τε ἄχρι τῶν κρασπέδων αὐτὸ καὶ ἐτελειώσαμεν, ἐν πλείστῳ δή τινι τῷ μεταξὺ χρόνῳ τοῦ προβλήματος ἀμεληθέντος, Πτολεμαίου τοῦ πάνυ καὶ τοῦ θεσπεσίου θιάσου τῶν διαδεξαμένων αὐτὴν μόνην ἔχειν ἀγαπησάντων τὴν χρείαν, ἣν ἀρκοῦσαν εἰς τὸ νυκτερινὸν ὡροσκοπεῖον οἱ ἑκκαίδεκα ἀστέρες παρείχοντο, οὓς μόνους Ἵππαρχος μετατιθεὶς ἐγκατέταξε τῷ ὀργάνῳ. καὶ συγγνώμη δὲ τοῖς ἀνδράσι τῶν προὐργιαιτέρων ἀτελῶν ὄντων, γεωμετρίας ἔτι τιθηνουμένης, περὶ τὰς ὑποθέσεις ἀσχοληθῆναι. ἡμεῖς δὲ ὑπὲρ τοῦ σῶμα πάγκαλον ἐξεργάσασθαι τῆς ἐπιστήμης, ἀπόνως αὐτοὶ παραδεξάμενοι, χάριν ἴσμεν τοῖς προηπορηκόσι τῶν μακαρίων ἀνδρῶν. οὐ μὴν ἀφιλόσοφον φιλοτιμίαν ἡγούμεθα τὸ καὶ ὡραϊσμοὺς ἐπεισαγαγεῖν ἤδη τινὰς καὶ τεχνιτεῦσαί τι καὶ προσεξεργάσασθαι περιττόν. ὥσπερ γὰρ αἱ πόλεις οἰκιζόμεναι πρὸς τὰ ἀναγκαῖα μόνα ὁρῶσιν, ὅπως ἂν σώζοιντο καὶ ὅπως ἂν διαγίγνοιντο, ἐπιδιδοῦσαι δὲ οὐκέτ’ ἀγαπῶσι τὸ ἀναγκαῖον, ἀλλ’ ἡ δαπάνη πλείων αὐταῖς εἰς κάλλη στοῶν καὶ γυμνασίων μεγέθη καὶ λαμπρότητα ἀγορᾶς, οὕτως ἐπιστήμης ἡ μὲν πρόοδος ἐν τοῖς ἀναγκαίοις,ἀγορᾶς, οὕτως ἐπιστήμης ἡ μὲν πρόοδος ἐν τοῖς ἀναγκαίοις, ἡ δὲ αὔξησις ἐν τοῖς περιττοῖς. τὸ δὴ σκέμμα τὸ περὶ τῆς ἐξαπλώσεως, αὐτὸ δι’ αὑτὸ φροντίδος ἀξιώσαντες, ἐξεπονήσαμέν τε καὶ σύγγραμμα εἰργασάμεθα, πλήθει τε ἀναγκαίῳ καὶ ποικιλίᾳ θεωρημάτων αὐτὸ καταπυκνώσαντες, καὶ εἰς ὕλην μεταθεῖναι τοὺς λόγους σπουδὴν ἐθέμεθα, ἄγαλμα πάγκαλον τοῦ κοσμικοῦ πλάτους δημιουργήσαντες. τῆς δὲ αὐτῆς ἐφόδου καὶ ἐπίπεδον ἐπιφάνειαν καὶ τὴν ὁμαλῶς κοίλην εἰς τοὺς αὐτοὺς λόγους τέμνειν διδούσης, συγγενεστέραν ἡγούμενοι τὴν ὁπωσοῦν κοίλην τῇ τέλεον σφαιρικῇ, ὑπεμβολαίᾳ τὸ πλάτος ἐκοιλάναμεν, τά τε ἄλλα ἐπεμελήθημεν, ὅπως ἂν ἡ φαντασία τοῦ ὀργάνου τῆς ἀληθείας ὑπομιμνήσκοι τὸν ἔννουν θεατήν. καὶ γὰρ τοῖς ἓξ μεγέθεσιν διαφέροντας τοὺς ἀστέρας ἐνετάξαμεν, καὶ τοὺς πρὸς ἀλλήλους αὐτῶν σχηματισμοὺς ἐτηρήσαμεν. τῶν δὲ κύκλων τοὺς μὲν περιηγάγομεν, τοὺς δὲ διηγάγομεν· ἅπαντας δὲ ἐτέμομεν μοιρικῶς, τὰς πενταμοιριαίας γραμμὰς μείζους τῶν μοιριαίων ποιήσαντες, ὅτι καὶ τὰς ἐπιγραφὰς τῶν ἀριθμῶν κατ’ αὐτὰς παρηυξήκαμεν, καὶ ἐν ἀργύρῳ τοῦ μέλανος ἔμφασιν βιβλίου ποιοῦντος τὸ ὑποκείμενον. τέτμηνται δὲ οὐχ ὁμοστοίχως ἅπαντες, οὔθ’ ἑαυτοῖς οὔτ’ ἀλλήλοις· ἀλλ’ οἱ μὲν εἰς ἴσας τομάς, οἱ δὲ ἀνωμάλως μὲν καὶ ἀνίσως κατὰ τὴν αἴσθησιν, τῷ λόγῳ δὲ ὁμαλῶς τε καὶ εἰς ἶσα. τοῦτο γὰρ ἔδει συμβαίνειν, ἵν’ ὁμολογήσῃ τὰ διαφέροντα σχήματα, δι’ ἣν αἰτίαν καὶ οἱ διὰ τῶν πόλων τε καὶ τῶν τροπικῶν σημείων γραφόμενοι μέγιστοι κύκλοι, τῷ λόγῳ μένοντες κύκλοι, γεγόνασιν εὐθεῖαι τῇ μεταθέσει τοῦ θεωρήματος· ὅ τε ἀνταρκτικὸς μείζων ἐντέτακται τῶν μεγίστων, καὶ τὰ πρὸς ἀλλήλους διαστήματα τῶν ἀστέρων ἐμεγεθύνθη κατ’ ἐκεῖνο τῆς ἐξαπλώσεως. τῶν δὲ ἐπιγραμμάτων ἃ διὰ χρυσοῦ στερεοῦ ταῖς σχολαζούσαις ἀστέρων χώραις κατὰ χρυσοῦ στερεοῦ ταῖς σχολαζούσαις ἀστέρων χώραις κατὰ τὸν ἀνταρκτικὸν κύκλον ἐγκολάψαντες ἐνεθήκαμεν, τὸ μὲν ὕστερον, τὸ τετράστιχον, ἀρχαῖόν ἐστιν ἁπλουστέρως ἔχον εἰς ἀστρονομίαν ἐγκώμιον·

   Οἶδ’ ὅτι θνατὸς ἐγὼ καὶ ἐφάμερος· ἀλλ’ ὅταν ἄστρων

    ἰχνεύω πυκινὰς ἀμφιδρόμους ἕλικας,

  οὐκέτ’ ἐπιψαύω γαίης ποσίν, ἀλλὰ παρ’ αὐτῷ

    Ζηνὶ θεοτρεφέος πίμπλαμαι ἀμβροσίης. 

τὸ δὲ ἡγούμενον αὐτοῦ, τὸ ὀκτάστιχον, ἐποιήθη μὲν ὑφ’ οὗ καὶ τὸ ἔργον, ἐμοῦ· σπερματικὴν δὲ ἔχει καὶ καθολικὴν περίνοιαν τῶν ἐνορωμένων, μετ’ ἰσχύος ἀπηγγελμένον, καὶ ἐπιστημονικῶς μᾶλλον ἢ ἁβρῶς συγκείμενον. ὃ διαλέγεται πρὸς μόνον τὸν ἀστρονόμον, τί ἂν ὄναιτο τοῦ ὀργάνου· τὰς γὰρ ἐποχὰς ὑπισχνεῖται τῶν ἀστέρων· ἀλλ’ οὔτι φησὶ πρὸς τὸν ζῳδιακόν, ἀλλὰ πρὸς τὸν ἰσημερινόν· ἐφάνη γὰρ διὰ τῶν γραμμάτων τὸ ἐκείνως ἑλεῖν ἀδύνατον. καὶ τὰς λοξώσεις φησὶ δίδοσθαι, τῶν μερῶν τοῦ ζωδιακοῦ δηλονότι πρὸς τὰ μέρη τοῦ ἰσημερινοῦ· ἐπὶ πᾶσι τὰς  συναναφοράς, τοῦτ’ ἔστι ταῖς πόσαις τοῦ ζωδιακοῦ μοίραις αἱ πόσαι τοῦ ἰσημερινοῦ τὸν αὐτὸν ἰσημερινὸν διεξέρχονται. ἔστι δὲ τόδε· γεγράφθω δὲ τῶν ὕστερον ἀναγνωσομένων εἵνεκα· ἐπεὶ σοί γε κἀν τῷ πίνακι κείμενον ἐξαρκεῖ. 

  Ἡ σοφίη στίβον εὗρεν ἐς οὐρανόν· ἆ, μέγα θαῦμα·

    καὶ νόος ἐξ αὐτῶν ἦλθεν ἐπουρανίων.

  ἠνίδε καὶ γυρὰ σφαίρας ἐπετάσσατο νῶτα,

    ἶσα δὲ κύκλα τομαῖς οὐχ ὁμαλαῖσι τέμεν.

  σκέπτεο τείρεα πάντα πρὸς ἄντυγα, τῆς ἔπι Τιτὰν 

    νύκτα ταλαντεύει καὶ φάος ἐρχόμενος·  

  δέξο ζῳδιακοῦ λοξώσιας, οὐδέ σε λήσει

κλεινὰ μεσημβρινῆς κέντρα συνηλύσιος. 

Century: 
4-5th c.
Bibliographical Sources: 

N. Terzaghi, Synesii Cyrenensis opuscula. Rome,1944.