Homily

Gregory Palamas, Homily 53

Καθάπερ ἐπὶ τῆς τετρακτύος τῶν αἰσθητῶν τοῦ περὶ ἡμᾶς τοῦδε κόσμου στοιχείων ἀὴρ μεσιτεύει πυρὸς καὶ ὕδατος, τὸ δὲ πάλιν ἀέρος καὶ γῆς, καὶ οὕτω συνδεῖται τὰ ἐναντία καὶ τὰ μαχόμενα σπένδεται, τὰς κατ’ ἀλλήλων ἀμυντηρίους δυνάμεις μηδαμῶς ἀποθέμενα.

Theoleptus of Philadelpheia, Monastic Oration 2, vv. 521-534

Ἀλλ’ οἱ μέν, εἰ καὶ παραμυθοῦνται ὑπὸ τοῦ σεληνιακοῦ φωτός, ἀλλ’ ὡς τὸ φῶς τῆς ἡμέρας ἐπεγνωκότες, ποθοῦσι τὴν ἀνατολὴν τοῦ ἡλίου πρὸς τὸ ἐπιτελέσαι τὰ χρειώδη αὐτῶν, οὐ γὰρ δύνανται τὰ τῆς ἡμέρας ἔργα νυκτὸς ἐκπληροῦν.

Theoleptus of Philadelpheia, Monastic Oration 2, vv. 100-121

Ἐν τῷ φαινομένῳ τούτῳ κόσμῳ κατὰ τὴν ἕκτην ἡμέραν ὁ ἄνθρωπος ὑπὸ θεοῦ διεπλάσθη, καὶ ἐν τῷ νοουμένῳ τῆς διανοίας κόσμῳ κατὰ τὴν πρὸς τὰ νοητὰ διάθεσιν ὁ οὐρανόφρων διαπλάττεται παρὰ θεοῦ ἄνθρωπος.

2nd Monastic Oration

Τούτων γὰρ καὶ ἄλλων ἀπείρων καὶ ἀπορρήτων ἀγαθῶν τῶν ἄνωθεν καταπεμπομένων ἐγὼ μεσίτης πέφυκα· Κινοῦμαι γὰρ ἐν τῷ τῆς γνώσεως λογισμῷ καὶ λαμβάνω τὰς τῆς φύσεως δυνάμεις εἰς ἐαυτὴν καὶ ἐπιρρίπτω ταύτας εἰς τὴν δύναμιν τοῦ Θεοῦ καὶ προεδρεύειν αὐτῷ ἀναπείθω δι᾽ ἐλπίδος καὶ κάμπτω τὰ σπλάχνα τοῦ ἀγαθοῦ, καὶ ἡ τῆς ψυχῆς μετὰ τοῦ Θεοῦ καταλλαγὴ γίνεται.