Theoleptus of Philadelpheia, Monastic Oration 2, vv. 521-534

Text - Hyperlink: 

Ἀλλ’ οἱ μέν, εἰ καὶ παραμυθοῦνται ὑπὸ τοῦ σεληνιακοῦ φωτός, ἀλλ’ ὡς τὸ φῶς τῆς ἡμέρας ἐπεγνωκότες, ποθοῦσι τὴν ἀνατολὴν τοῦ ἡλίου πρὸς τὸ ἐπιτελέσαι τὰ χρειώδη αὐτῶν, οὐ γὰρ δύνανται τὰ τῆς ἡμέρας ἔργα νυκτὸς ἐκπληροῦν. οἱ δὲ ὑπὸ τῆς γνώσεως ἐπαιρόμενοι τῆς βρυούσης τὴν φυσίωσιν καὶ ὑπὸ τῆς κενοδοξίας παρακαλούμενοι τὸ ἐμὸν οὐκ ἐπόθησαν, οὐδὲ ἐπενόησαν θεάσασθαι φῶς· ὅθεν καὶ εἰς χεῖρας τῆς ὑπερηφανίας καὶ τῆς ὀργῆς καὶ τῆς ζηλοτυπίας καὶ τῆς ἔριδος καὶ τῆς πολυλογίας παρεδόθησαν. Καὶ ὥσπερ οὐκ ἐκλείπει ἡ σελήνη τοῦ πληροῦσθαι καὶ λήγειν ἀλλ’ὅτε πληρωθῆ ἄρχεται κενοῦσθαι, οὕτω καὶ οἱ τῇ θύραθεν σοφίᾳ ἐπερειδόμενοι, τῆς οἰήσεως ὄντες ἀνδράποδα, πλοῦτον ἔχειν φαντάζονται γνώσεως· οἱ δὲ ταῖς ἀληθείαις πένητες ὄντες διὰ τὸ μὴ ἔχειν ἴχνος ταπεινώσεως τῆς ὑπ’ ἐμοῦ χορηγουμένης καὶ ἀψευδὲς φρόνημα βασταζούσης.

Century: 
14th
Type of Source: