Theoleptus of Philadelpheia, Monastic Oration 2, vv. 100-121
Ἐν τῷ φαινομένῳ τούτῳ κόσμῳ κατὰ τὴν ἕκτην ἡμέραν ὁ ἄνθρωπος ὑπὸ θεοῦ διεπλάσθη, καὶ ἐν τῷ νοουμένῳ τῆς διανοίας κόσμῳ κατὰ τὴν πρὸς τὰ νοητὰ διάθεσιν ὁ οὐρανόφρων διαπλάττεται παρὰ θεοῦ ἄνθρωπος. Ὅταν γὰρ ἡ ἐπιθυμία τῆς ψυχῆς, τὴν τοῖς αἰσθητοῖς προσκειμένην πενταδικὴν αἴσθησιν διαφυγοῦσα, πρὸς τὴν τῶν νοητῶν διατεθῇ γνῶσιν, τότε ὁ θεὸς ἀπὸ τῆς κατὰ τὴν αἴσθησιν ἐνεργείας, τὸν νοῦν, ὡς ἀπὸ γῆς χοῦν λαμβάνων, καὶ τὴν ἑαυτοῦ θεωρίαν αὐτῷ ἐμπνέων, καὶ τὴν ἐπίκλησιν τοῦ ἐνδόξου ὀνόματος αὐτοῦ παρέχων αὐτῷ, ποιεῖ τὸν ἔσω ἄνθρωπον εἰς ψυχὴν ζῶσαν καὶ διάνοιαν πεφωτισμένην, ἀγγελικῶς αὐτῷ λειτουργοῦντα καὶ τὴν λογικὴν λατρείαν ἀποπληροῦντα· διώκτην τῶν προσβολῶν ὁρώμενον, διάκονον τῶν θείων ἐννοιῶν, ἀναιρέτην τῶν παθῶν, γεωργὸν τῶν ἀρετῶν, πρὸς τὰς ἐπιθυμίας ἀνταγωνιστήν, ἐραστὴν τῆς τοῦ θεοῦ ἀγαπήσεως, τῆς φαντασίας ἀφανιστήν, τῆς σοφίας φανερωτήν, βασιλέα τῶν τῆς φύσεως λογισμῶν ὑπὸ πνευματικοῦ λόγου βασιλευόμενον, τῶν φροντίδων φιμωτήν, ἀμεριμνίας φροντιστήν, ξένον τῶν αἰσθήσεων τοῦ αἰῶνος τούτου, φίλον τῶν γνώσεων τοῦ μέλλοντος αἰῶνος, ἀπόδημον τοῦ φθειρομένου βίου, οἰκήτορα τοῦ μὴ παρερχομένου κόσμου, τῆς πολεμουμένης πατρίδος φυγάδα, τῆς ἀπολιορκήτου πόλεως πολίτην, τῶν προσκαίρων καταφρονητήν, τῶν ἀθανάτων πραγματευτήν, ἀμαθῆ τῶν ἀνθρωπίνων πραγμάτων, μύστην τῶν τοῦ θεοῦ θελημάτων.