Michael Italikos, Letter 18, pp. 156-159

Full Title: 
To Theophanes, Τῷ ἐφόρῳ
Text - Hyperlink: 

 

Τῷ ἐφόρῳ 

Διὰ τὴν καθἡμᾶς αἰσθητὴν τράπεζαν ἀφἧς πολλάκις ἐσιτησάμεθα, κῦρ Θεόφανες, τῆς λογικῆς ἀξιῶ τραπέζης τὸν χρυσοῦν μοι ἀνεψιόν. Καλῶ τοίνυν αὐτὸν εἰς τὴν λογικὴν ταυτηνὶ πανδαισίαν, ἣν καθἑκάστην ποιοῦμαι τοῖς νέοις, εὐφραίνων αὐτοὺς τοῖς ἀπὸ τῶν λόγων ἐδέσμασιν· ἔνεστι γὰρ τούτοις καὶ ἔλαφος  φιλοσοφουμένη καὶ πτὼξ φυσιολογούμενος καὶ ταὼς Μηδικὸς καὶ πέρδιξ ᾠδικὸς καὶ κύκνος μουσικός, καὶ τὸ πλουσιώτατον ὅτι ὅσα οὐδοἱ περὶ τὴν Σύβαριν ἐξηυρήκασι καὶ ὁπόσα οὐδ τρυφηλότατος τῶν φιλοσόφων Ἀρίστιππος κατηρτύσατο τούτοις εἰς πλησμονὴν ἀθρόα πάντα παράκειται.

Τί μὴ λέγω τὰ κρείττω καὶ ὑψηλότερα; Τὰ γὰρ ὄψα τούτοις εἰς πανδαισίαν προτέθειται ὅσα τε τῆς ἀμεροῦς ἐστι φύσεως καὶ ὅσα τῆς πολυμεροῦς καὶ σωματικωτέρας οὐσίας, ἀλλὰ καὶ εἴ τις μεταξὺ τούτων τοῖς παλαιοῖς ἐξεύρηται φύσις, ἣν δὴ μαθηματικὴν ὀνομάζουσι καὶ συγγενεστέραν ταῖς ἡμετέραις ψυχαῖς, καὶ αὕτη μέρος τῆς εὐωχίας γέγονε καὶ ξυμπληροῖ τὴν ἑστίασιν, ἵνα μὴ λέγω τὰ ταύτης ἔκγονα καὶ ὅσα τέχναι ταύτης ἐρρύησαν, μηχανικήν, ὀπτικήν, κατοπτρικήν, μετρικήν, κεντροβαρικήν, καὶ ὅσαι ἄλλαι ὑπὸ ταύτην τετάχανται. Ἄλλως δἄλλο τι μέρος ἐσκεύασται, ἵνοὕτως εἴπω, τοῖς ἐμοῖς ὀπτανίοις, ἀλλοὐ μία τίς ἐστιν ἰδέα τῶν ἐδεσμάτων· τὰ μὲν γὰρ λοπάδες ἐστί, τὰ δὲ τάγηνα καὶ οὐθ λοπὰς κακόν ἐστιν, ἵνά τι καὶ ἀπὸ τῶν Δειπνοσοφιστῶν παραρτύσαιμι, καὶ τὸ τάγηνον ἄριστον, καὶ τὰ μὲν ἑφθά, τὰ δὀπτὰ παρατίθεται· οὐδὲ ἀλλᾶντες, οὐδὲ πλακοῦντες, οὐδἄμητες τὴν τράπεζαν ἀπολείπουσιν, ἀλλὰ τὸν σησαμοῦντα εὑρήσεις ἐνταῦθα καὶ τὸν Γελώνιον πλακοῦντα καὶ ὅλως <τὴν> τῆς Κλεοπάτρας ἐπἈντωνίῳ ἑστίασιν. Σὺ δέ μοι λέγε τὰ ὄψα τὰ σά, τοὺς τυραννουμένους ἰχθύας εἰς ὄρνιθας καὶ τοὺς ὄρνιθας εἰς ἰχθύας μεταπλαττομένους καὶ τὰ καινὰ ταῦτα τῆς νέας δημιουργίας πλάσματά τε καὶ γοητεύματα, ὧν κοιλία προκάθηται. Τὸ δὲ ποτὸν ἐκείνοις οὐκ οἶνός ἐστι Χαλυβώνιος, οὐδἕτερος ἀνθοσμίας, ἀλλἄντικρυς νέκταρ καὶ οἷον οἱ θεοὶ πίνουσιν ἐν χρυσέοις δεπάεσσιν. Ὁρᾷς ὅπως οὐκ ὀψοποιητικὴν ἰατρικῇ καθυπέβαλον καθάπερ Πλάτων, ὥσπερ καὶ ῥητορικὴν νομοθετικῇ, ἵνὑβρίσῃ τὴν τέχνην καὶ κολακείαν εἴπῃ καὶ μορίου τῆς πολιτικῆς εἴδωλον, ἀλλὀψαρτυτικὴν μαγειρικὴν φιλοσοφίᾳ παρέμιξα. Οὐκοῦν καὶ τὰ ἐφεξῆς τῆς τροπολογίας ἀποσῳζέσθω.

Οἰνοχόοι μὲν ἐνταῦθα Πυθαγόραι καὶ Πλάτωνες, Ἀριστοτέλης δὲ καὶ σύμπας Περίπατος ἀρχιμάγειροι· τὴν δὲ παλαιὰν καὶ τὴν νεωτέραν Ἀκαδημίαν εἰς ὑπηρέτου τάξιν τοῖς δαιτυμόσι κατέστησα· δεῆσαν δὲ καί τινα ἐπιδορπίσματα τοῖς φίλοις ἐπεισαγαγεῖν, τὴν τῶν Στωϊκῶν εἰσάγω καινότητα καὶ τὸ ἀμφιτάλαντον Πύρρωνος καὶ τὰς ἐφέξεις ἀντιθέσεις αὐτοῦ· ἔστι δὅτε καὶ τῆς βαρβάρου φιλοσοφίας ὅση Χαλδαίοις καὶ Αἰγυπτίοις ἐξεύρη ται φιλοτιμοῦμαι τὴν τράπεζαν καὶ καταυλῶ τοῖς μέλεσι καὶ καταθέλγω τοῖς κρούμασι καὶ συνέχω ῥυθμοῖς, καὶ νῦν μὲν τὴν χρωματικὴν ᾄδω, νῦν δὲ τὴν σύντονον μουσικὴν ἀναβάλλομαι, νῦν δὲ τὴν ἁρμονικὴν ἁρμόττομαι χάριν καὶ ἅπαν γένος βαρβίτων ἀνάπτομαι, ἐποποιητικόν, τραγικόν, κωμικόν, σατυρικόν, καὶ οὔτε λύρα Ὀρφέως ἄπεστι τῆς εὐωχίας, οὔτε Πινδαρικὴ ᾠδή, οὔτε Σαπφικὴ χάρις· ἔστι δοὗ καὶ τέχνη τῶν λόγων περισαλπίζει τὰς μήνιγγας μετὰ τῶν ἐκείνης θαυμάτων τῆς Ἰσοκράτους Σειρῆνος, τῆς Δημοσθένους ἠχοῦς, τῆς Ἡροδότου γλυκύτητος, τῆς τοῦ Θουκυδίδου σεμνότητος, καὶ ὅσοι τῶν ἐκείνης μελῶν ἀποπνέουσιν. 

Ἐγὼ δέ σοι οὐδἐπὶ μιᾶς τούτους ξεναγῶ ἑστίας, ἀλλὰ νῦν μὲν τὰ νέρθεν μετὰ τούτων διερευνῶμεν  τῆς γῆς, νῦν δὲ ἐκεῖθεν καθάπερ γίγαντες ἀναδοθέντες καὶ ὑπερνεφεῖς γεγονότες τὸ βάθος τοῦ ἀέρος θαρροῦμεν κᾆθοὕτως τῷ αἰθέρι ἐφαλλόμεθά τε καὶ προσαλλόμεθα καί, τὸ πέμπτον σῶμα πᾶν καὶ τὴν κύκλῳ φορὰν ὑπερκρύψαντες τὸν τρίτον οὐρανὸν τοῦ Παύλου φθάσαντες, ἄρρητα πάντα καταμανθάνομεν καὶ ἐμπλησθέντες ἀπορίας καὶ δείματος ὡς ἐκ πολλοῦ πελάγους εἰς τοὺς εὐαγγελικοὺς ἐλλιμενίζομεν κόλπους καὶ ἄραντες ὅλοις ἱστίοις πρὸς τούτους καταίρομεν, τὴν ἀπορίαν ὡς βάρος ἀποφορτίσαντες.

Τοιαύτη μὲν καθἡμᾶς εὐωχία· τοιοῦτον δὲ τὸ ἑστιατόριον. Ἡκέτω τοίνυν καὶ κάλλιστός μοι ἀνεψιὸς μετὰ τῶν ἄλλων πάντων παρἐμὲ οἴκαδε, ἐπειδὴ καὶ αὐτὸς τοῦτο κελεύεις, καὶ σὺν Θεῷ δὲ εἰρήσθω· ἀποφανῶ σοι τοῦτον ἐν οὐ μακρῷ χρόνῳ τῶν ἁπάντων ἐκείνων διακορῆ· οὐδένα γὰρ ἄλλον τῆς σῆς φιλίας ἐπίπροσθεν ποιησαίμην, εἰωθὼς καὶ πρὸ τῆς αἰτήσεως τοῖς φίλοις χαρίζεσθαι. Μόνον ὑπόστηθι σὺ πάντα τὰ παρὰ τῆς βασιλίδος ἐφἡμῖν προστεταγμένα πληροῦν, ὡς τό γε τῶν μαθημάτων ἀνάκτορον μέχρι τῶν ἀδύτων καὶ πάλαι ἠνέωκται.

 

Year: 
between 1118 and 1133
Century: 
12th c.
Type of Source: 
Bibliography: 

Bibliographical Sources: 

 

P. Gautier (ed.), Michel Italikos. Lettres et Discours, Paris, 1972.