Manuel Gabalas, Epistle B1, vv. 14-33
Ἦ γὰρ οὐχὶ μωραίνοντός ἐστιν ἀτεχνῶς δήπουθεν, δυοῖν βάθροιν ὑποκειμένοιν ἀρετῇ καὶ κακίᾳ, καὶ τοῦ μὲν ἐξ ἀκινήτου καὶ στερρᾶς μάλα τῆς πέτρας συνεστηκότος, τοῦ δ’ ἐκ ψαμάθου λεπτῆς τε καὶ ἀδρανοῦς ὅ τι μάλιστα, εἶτα τῷ μὲν ἐξ ἀβουλίας αἱρεῖσθαι τὰ κατ’ἐμαυτὸν ἐποικοδομεῖν, τῷ δ’ οὔ, καί, ὃ μὲν ὅρμον τινὰ καὶ γαλήνην τῇ ψυχῇ νέμει ζῶντι τε ὁμοίως καὶ τετελευτηκότι, τὸ μηδὲν εἶναι νομίζειν, ὃ δὲ κλόνον ἀεὶ καὶ σεισμὸν ἄληκτον καὶ συνεχεῖς τινας καὶ πλάνους περιφοράς, οἵας φησὶ Πλάτων γίγνεσθαι πρὶν ἢ κόσμον λαβεῖν τόδε τὸ πᾶν, πρὸ ἐκείνου τιθέναι, καὶ οὐδὲ μετὰ τὴν πεῖραν (τὸ χείριστον) σωφρονεῖν; Τί γὰρ ἡμῖν τῷ τὰ φαῦλα διώκειν, τὰ δ’ αὖ χρηστὰ παρατρέχειν περιγίγνεται κέρδος; Τίς δ’ ἔκ γε τῆς πρὸς τὰ κάτω συννεύσεως ὄνησις λείπεται ἢ ποῖον ἡδοναῖς ἀλόγοις ἢ λύπαις ἢ θυμοῖς ἀγριαίνουσι κατὰ τῶν δεινά τινα ἡμᾶς εἰργασμένων φαίνεται πέρας; Οὐχὶ τὸ τῆς ὕλης ῥεῦμα πάντα δὴ παρασύρει καὶ ταὐτὸν εἶναι ἡδονάς τε καὶ λύπας ψηφίζεται, ἡμῶν δὲ λαμπρῶς ἄγαν τὸ τἀκίχητα διώκειν τοῦτο δὴ τὸ τῆς παροιμίας κατηγορεῖ; Ἀλλ’ἔγωγε τοσούτῳ δέω πρὸς πάντα τὰ χείριστα τὴν γνώμην ἄσειστος εἶναι, ὥστε καὶ βραχεῖ τινι πνεύματι περιτρέπω καὶ μεταβάλλομαι· κἂν μὲν ἡδονή τις ἀπαντήσῃ, αὐτίκα πρὸς ἐκείνην μεταμορφοῦμαι, εἰ δέ τις ἀντικρούσειε συμφορά, ῥᾳδίως αὖθις ἐξαλλάττομαι κατὰ τὸν Πρωτέα.