Manuel Gabalas, Epistle B10, vv. 2-11
Full Title:
Τῷ φιλοσόφῳ κυρῷ Ἰωσήφ (To the philosopher kyr Joseph).
Text - Hyperlink:
Ἡλίῳ μὲν φῶς, πυρὶ δὲ θερμότης ἕξεις τινὲς ἀχώριστοι φυσικῇ τινι βίᾳ ἐκ τῆς τῶν ὄντων αἰτίας πεφύκασι· σοὶ δ’ οὐχ οὕτω τὸ περὶ τὴν ἀρετὴν κράτος βίαιον καὶ δὴ καὶ τὸ κατὰ τοὺς φίλους μνημονικόν τε καὶ κηδεμονικόν, ἂν ἄρα του δέωνται, προαίρεσις δ’ αὐτοῦ γε δὴ τοῦ ὄντως καλοῦ καὶ κρίσις ὀρθῶς γε ἡγησαμένη· δι’ ἥν, οἶμαι, καὶ τὴν ἀεὶ ῥέουσαν ὕλην μόνος τῶν καθ’ ἡμᾶς διαστήσας τοῦ εἴδους ζωήν τιν’ ἀμέριστον καὶ ἑνιαίαν κατὰ τὰς θειοτέρας που φύσεις ζῆν ἀξιοῖς, οὔκουν ἄλλῳ τῳ τῶν ὄντων, θεῷ δ’ αὐτῷ καὶ φιλοσοφίᾳ καὶ φιλανθρωπίᾳ τὸν ἀεὶ συγγινόμενος χρόνον καὶ ταῦτα δὴ μόνα ὑποστάθμην τινὰ ποιησάμενος.
Type of Source: