Manuel Gabalas, Epistle A18, vv. 470-493
Τοῦτ’ ἂν εἴη δεῖγμα κακῶν ἐσχάτων τῶν ὑμετέρων, καὶ ὅσον ἂν χείρω ὑπόθησθε, καὶ χείρους ὑμᾶς ἐλέγξετε, καὶ ἑκάτερον ἑκατέρου γένοιτ’ἂν ἐναργὲς σύμβολον. Οὐ δὴ θαυμαστόν, εἰ πολλῶν οὔσης χρείας εἰς θεραπείαν τῆς πονηρίας ἀντὶ πολλῶν οὗτος εἰς τὴν χρείαν ἐξήρκεσεν ὑμᾶς τιμωρήσασθαι - ταὐτὸν γάρ ἐστιν ἑνὶ καὶ πολλοῖς τὰς αὐτὰς δοῦναι δίκας -, ἀλλ’ ἐκεῖνο μᾶλλον, εἰ φύσεως πόρρω τις κατ’ ἄνθρωπον οἴοιτο, ὅτιπερ τὴν ἐφ’ ἑκάστοις κακίαν πανδεχὴς οὗτος χώρα φανείς, οἴαν Πλάτων φησίν, ὑπερφυῶς κεχώρηκεν, ἢ ὥσπερ γραμμῆς τινος μέρη ἢ ἀριθμοῦ τέλος ἔχοντος τὰ τῆς πονηρίας τμήματα συνείλοχεν ἑαυτῷ καὶ οὐδὲν ἔξω τοῦ κακοῦ παραλέλοιπεν· Ἔμοιγ’ ἂν εἰς θαύματος λόγον ταὐτὰ ψηφίζοιτο καὶ παντὶ δὲ νοῦν ἔχοντι. Καὶ γὰρ εἰς τοσοῦτον τὸ κατ’ αὐτὸν πρᾶγμα ἐκπέπληγμαι ὡς, ἐπεὶ μήτε πονηρός τις δαίμων μήτε πονηρός τις ἄνθρωπος ἱκανώτερος ὤφθη μεγάλων οὕτω κακῶν μείζους παρὰ πολὺ δίκας λαβεῖν, οὐκ ἀλογίστως ὑπολαμβάνειν, μὴ πάντας οὕτω τῇ πονηρίᾳ ὑπερβαλὼν ὁ κίναιδος ἄλλο τι μᾶλλον ἢ ἄνθρωπος ᾖ καὶ τὰ τῆς φύσεως ὑποκρίνηται. Καὶ γὰρ καὶ ποιητῶν πολλάκις ἀκούομεν Σατύρους τινὰς ὑμνούντων καὶ Ἱπποκενταύρους καὶ ἅς φασιν αὐτοί γε Ἐμπούσας τε καὶ Σειρῆνας καὶ Ὀνοσκελίδας, σύνθετόν τινα φύσιν καὶ καθάπαξ ἀλλόκοτον· καὶ θηρία δ’ αὖ ἕτερα προσεοικότ’ ἀνθρώποις τὸ εἶδος οὐκ ἐν γραφαῖς μόνον, ἀλλὰ καὶ ὄψεσι καὶ ἀκοαῖς εἴδομεν, καὶ ἱεραὶ δὲ πόρρωθεν χρησμῳδοῦσι βίβλοι δαίμονά τινα τερατώδη καὶ πλάνον ἐπὶ καταστροφῇ τοῦ παντὸς ὑποδύσεσθαι μέλλειν ἀνθρώπειον εἶδος, ἵνα τῷ ταὐτῷ τῆς φύσεως καὶ πιθανὸς νομίζηται ἀλήθειαν διαφθεῖραι ἠθῶν ὁμοῦ καὶ δογμάτων.