Miracles of Saint Eugenius
Τοῦτον δὲ τὴν πόλιν εἰσδύντα καὶ πρὸς τῷ μεγάλῳ φθάσαντα ναῷ τῆς παναχράντου θεομήτορος λέγεται βύθιόν τι στενάξαι ἀπὸ μέσης καρδίας καὶ πολλὰ αὑτὸν ταλανίσαι, ὡς τοῖς ματαίοις καταπεισθέντα ἀστρολόγοις ἐκείνοις καὶ τῷ ὀφθέντι ξένῳ ἀνδρὶ Εὐγενίῳ ἀκολουθῆσαι καὶ ἤδη ἀκλεῶς οὐχ ἥκιστα δυστυχῶς διέρχεσθαι τὴν αὐθεντικὴν τῶν Ῥωμαίων λεωφόρον ὁδόν.