Barlaam from Calabria, Epistle 1 to Gregory Palamas, 354-8
1.354-8: ἐπεὶ δὲ ὅπερ ἐστὶ τοῖς γεωμέτραις ἀρχὴ καὶ κοινὴ ἔννοια καὶ ἀξίωμα, τοῦθ᾽ ἡμῖν ὑπάρχει ἑκάστη τῶν ἀποφάνσεων ὅσαι ἡμῖν περὶ τῶν θείων ὑπὸ τῶν ἁγίων ἀνδρῶν ἀπεφάνθησαν. οὐδεμίαν ἄρ᾽ αὐτῶν πειρᾶσθαι χρὴ ἐκ συλλογισμοῦ λαβεῖν, ἀλλὰ πρὸς ἑκάστην ἔχειν βέλτιον ἢ κατ᾽ ἀπόδειξιν.