Gregory Palamas, On the Emanation of the Holy Spirit
Παρ' Αὐτοῦ γὰρ δεδημιούργηνται καὶ δι' αὐτοῦ συνέχονται καὶ πρὸς αὐτὸν ἐκστρέφονται τὰ ὄντα πάντα
Παρ' Αὐτοῦ γὰρ δεδημιούργηνται καὶ δι' αὐτοῦ συνέχονται καὶ πρὸς αὐτὸν ἐκστρέφονται τὰ ὄντα πάντα
τοῖς
Καθάπερ ἐπὶ τῆς τετρακτύος τῶν αἰσθητῶν τοῦ περὶ ἡμᾶς τοῦδε κόσμου στοιχείων ἀὴρ μεσιτεύει πυρὸς καὶ ὕδατος, τὸ δὲ πάλιν ἀέρος καὶ γῆς, καὶ οὕτω συνδεῖται τὰ ἐναντία καὶ τὰ μαχόμενα σπένδεται, τὰς κατ’ ἀλλήλων ἀμυντηρίους δυνάμεις μηδαμῶς ἀποθέμενα.
3.405-8: αὖθις δή σοι διορίζομαι ὅτι διττὸν ἡγούμενος τὸ τῆς ἀποδείξεως ὄνομα, κατὰ μὲν τὸ ἕτερον συγχωρῶ τοὺς περὶ Θεοῦ λόγους, ἂν ὦσι συλλελογισμένοι καὶ ἀληθεῖς, ἀποδεικτικοὺς συλλογισμοὺς ὀνομάζεσθαι.
3.251-62: Πρὸς δέ γε τὰς αὐτῶν ἀποφάνσεις οὑτοσὶ ἔχω, ὧν μὲν ἀπόδειξιν καὶ αὐτὸς ἔχω ἢ ἐπαφήν τινα, ταύτας μόνας παραδέχομαι, αἷς δὲ οὐδέτερον τούτων συμβέβηκε, περὶ τούτων χαίρειν αὐτοὺς ἐῶ. Καίτοι γε οὐδ᾽ ἐκείνας πάσας ἀξιῶ πιστὰς εἶναι, ἐάν τινι τῶν ἡμετέρων δογμάτων ἐναντίως ἔχωσι, τὰς δέ γε τῶν λογίων ἀποφάνσεις ὅπως ποτ᾽ ἔχουσιν, ἀποδείξεως πάσης ἀνώτερον τίθημι, ὡς καὶ ἐν τῷ πρὸς σέ μου λόγῳ δεδήλωκα λέγων “ἐπεὶ ὅπερ ἐστὶ τοῖς γεωμέτραις ἀρχὴ καὶ κοινὴ ἔννοια καὶ ἀξίωμα, τοῦθ᾽ ἡμῖν ὑπάρχει… ἀπόδειξιν”.
πρῶτον μὲν γὰρ οὐδεὶς ἀποδεικτικὸς συλλογισμὸς ἐπιχειρεῖ πρώτην ἀρχὴν καὶ ἀξίωμα δεικνύναι. ὁ γὰρ τοῦτο ποιῶν οὐ μόνον οὐκ ἐπιτυγχάνει τοῦ ἀποδεικτικῶς συλλογίζεσθαι, ἀλλὰ καὶ λίαν ἀμαθὴς καὶ ἀπαίδευτος περὶ τὰ τοιαῦτα κρίνεται τὸ ὑπὲρ ἀπόδειξιν ἀποδείξεως δεῖσθαι νομίζων.
Ἐπεὶ δὲ ὅπερ ἐστὶ τοῖς γεωμέτραις ἀρχὴ καὶ κοινὴ ἔννοια καὶ ἀξίωμα, τοῦθ᾽ ἡμῖν ὑπάρχει ἑκάστη τῶν ἀποφάνσεων ὅσαι ἡμῖν περὶ τῶν θείων ὑπὸ τῶν ἁγίων ἀνδρῶν ἀπεφάνθησαν, οὐδεμίαν ἄρ᾽ αὐτῶν πειρᾶσθαι χρὴ ἐκ συλλογισμοῦ λαβεῖν, ἀλλὰ πρὸς ἑκάστην ἔχειν βέλτιον ἢ κατὰ ἀπόδειξιν.
1.354-8: ἐπεὶ δὲ ὅπερ ἐστὶ τοῖς γεωμέτραις ἀρχὴ καὶ κοινὴ ἔννοια καὶ ἀξίωμα, τοῦθ᾽ ἡμῖν ὑπάρχει ἑκάστη τῶν ἀποφάνσεων ὅσαι ἡμῖν περὶ τῶν θείων ὑπὸ τῶν ἁγίων ἀνδρῶν ἀπεφάνθησαν. οὐδεμίαν ἄρ᾽ αὐτῶν πειρᾶσθαι χρὴ ἐκ συλλογισμοῦ λαβεῖν, ἀλλὰ πρὸς ἑκάστην ἔχειν βέλτιον ἢ κατ᾽ ἀπόδειξιν.