Asterios Sophistes, Homily 29, sections 4. 2-11; 8. 15 - 9. 6; 11-12

Full Title: 
Ψαλμός ΙΗ΄, Εἰς τὸν ιη΄ ψαλμόν.
Text - Hyperlink: 

Οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ. Καλὸς μαθητὴς τῶν οὐρανῶν ἀκροατής. Καὶ τίνας λέγει οὐρανούς; Κατὰ τὸ φαινόμενον, τὸν ὁρώμενον οὐρανὸν καὶ πάντα τὰ ὑψηλὰ καὶ περίβλεπτα ἔργα τὰ ἐν τῷ οὐρανῷ, ἥλιον, σελήνην, ἀστέρας καὶ τὰ ἄστρα, καὶ πάντα ὅσα ἔχει καλὰ φαινόμενος οὐρανός. Ὥσπερ γὰρ οἱ ἔκ τινος πόλεως πολῖται τὸ τῆς πόλεως αὐτῶν ἐνδύονται ὄνομα, οἱ μὲν Ἀντιοχεῖς, οἱ δὲ Ῥωμαῖοι, οἱ δὲ Βυζάντιοι, ἀπὸ τῶν πόλεων καλούμενοι, οὕτω καὶ οἱ πολῖται τοῦ οὐρανοῦ, οἱ φωστῆρες, οὐρανοὶ χρηματίζουσιν. Ὅθεν καὶ οἱ ἅγιοι καὶ θεοφιλεῖς ἄνθρωποι οὐρανοὶ λέγονται, ὡς οὐρανόφρονες καὶ οὐράνιον τὸ πολίτευμα ἔχοντες.

[…]

Ἐπεὶ οὖν διδάσκαλοι δοξολογίας θεοῦ γίνονται ἡμῖν οἱ οὐρανοί, οἱ οὐρανοὶ διηγοῦνται δόξαν θεοῦ. Οὐρανοὶ καὶ αἱ θεῖαι γραφαί, οὐρανοὶ καὶ οἱ ἅγιοι ὡς θεὸν ἐνοικοῦντα ἔχοντες ἄστρα δὲ τὰς ἀρετάς. Οὐρανοὺς δὲ λογικοὺς διηγουμένους δόξαν θεοῦ καὶ τοὺς ἀγγέλους τοῦ θεοῦ δηλοῖ. Ἀβραὰμ ὡς οὐρανὸς διηγήσατο δόξαν θεοῦ, εἰπών· Ἐκτενῶ τὴν χεῖρά μου πρὸς τὸν θεὸν τὸν ὕψιστον, ὃς ἐποίησε τὸν οὐρανὸν καὶ τὴν γῆν.

[…]

Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Ἐπειδὴ εἶπεν·Οἱ οὐρανοὶ διηγοῦνται δόξαν <θεοῦ>, ἵνα μὴ ἀγενήτους αὐτομάτους εἶναι τούτους νομίσῃς, ποίησιν στερεώματος εἰσήγαγεν, ἵνα μάθωμεν ὅτι, εἰ θεμέλιος καὶ τὸ δοχεῖον πεποίηται τῶν φωστήρων, πολλῷ μᾶλλον ἐνθήκη τῶν ἐν αὐτῷ φύσεων. Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Καὶ γὰρ τῶν προφητῶν χορὸς λέγει· Καὶ αὐτὸς ἐποίησεν ἡμᾶς καὶ οὐκ ἡμεῖς. Καὶ τῶν ἀποστόλων θίασος βοᾷ· Αὐτοῦ γάρ ἐσμεν ποίημα. Ὅτι δὲ στερέωμα οὗτοι κατὰ τὸ στερέωμα τῆς δημιουργίαςΠοίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμαθεώρησον τὸ φαινόμενον στερέωμα, τὸν τοῦ κόσμου περίβολον, τὸν τῆς κτίσεως ὄροφον, τὴν τῆς πανδήμου οἰκίας κεράμωσιν, τὴν ἀπαλαίωτον στέγην, τὴν ὑδατοπαγῆ καμάραν, τὴν κρυστάλλινον φιάλην, τὴν ὁμαλὴν ὑποχάρτωσιν, τὴν χρυσογράμματον βίβλον, τὴν ἀργυρόστικτον τοῖς ἄστροις, τὸν κυανοβαφῆ κάλαμον, τὸν πυρσοφόρον παστόν, ἐν ἥλιος καὶ σελήνη ὡς νυμφίος <καὶ νύμφη> προκάθηνται· Καὶ αὐτὸς ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ. Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα, ἐκ τοῦ μεγέθους καὶ τῆς καλλονῆς τὸν τεχνίτην μαρτυρούμενον.

 

 

 

Type of Source: 
Bibliographical Sources: 

M. Richard (ed), Asterii sophistae commentariorum in Psalmos quae supersunt, Symbolae Osloenses [fasc. suppl. 16] Oslo 1956.