Nemesios of Emesa, On the Nature of Man, ch. 1, p. 9. 8-22
χρεία τοίνυν ἀνθρώπῳ τροφῆς μὲν καὶ ποτοῦ διὰ τὰς κενώσεις καὶ διαφορήσεις, ἐσθῆτος δὲ διὰ τὸ μηδεμίαν ἔχειν ἐκ φύσεως ἰσχυρὰν περιβολήν, οἴκου δὲ διά τε τὰς δυσκρασίας τοῦ περιέχοντος καὶ διὰ τὰ θηρία, θεραπείας δὲ διὰ τὰς μεταβολὰς τῶν ποιοτήτων καὶ τὴν αἴσθησιν τὴν ἐνδοθεῖσαν τῷ σώματι· εἰ γὰρ μὴ προσῆν ἡμῖν αἴσθησις, οὔτ’ ἂν ἠλγοῦμεν οὔτ’ ἂν θεραπείας ἐδεήθημεν μὴ ἀλγοῦντες καὶ διεφθάρημεν ἂν ἐν ἀγνωσίᾳ τοῦ κακοῦ τὸ πάθος οὐκ ἰώμενοι. διὰ δὲ τὰς τέχνας καὶ τὰς ἐπιστήμας καὶ τὰς ἀπὸ τούτων χρείας ἀλλήλων δεόμεθα. διὰ δὲ τὸ δεῖσθαι ἀλλήλων εἰς ταὐτὸ πολλοὶ συνελθόντες κοινωνοῦμεν ἀλλήλοις κατὰ τὰς τοῦ βίου χρείας ἐν τοῖς συναλλάγμασιν, ἥντινα σύνοδον καὶ συνοικίαν πόλιν ὠνόμασαν, ἵν’ ἐγγύθεν καὶ μὴ πόρρωθεν τὰς παρ’ ἀλλήλων ὠφελείας καρπώμεθα· φύσει γὰρ συναγελαστικὸν καὶ πολιτικὸν ζῷον γέγονεν ὁ ἄνθρωπος· εἷς γὰρ οὐδεὶς αὐτάρκης ἑαυτῷ πρὸς ἅπαντα. δῆλον οὖν ὡς αἱ πόλεις διὰ τὰ συναλλάγματα καὶ τὰ μαθήματα συνέστησαν.