Nicephorus Blemmydes, Autobiographia, ch. 2, section 75. 1-14

Full Title: 
Νικηφόρου μοναστοῦ καὶ πρεσβυτέρου τοῦ κτήτορος περὶ τῶν κατ’ αὐτὸν διήγησις μερικὴ λόγος δεύτερος ἐγράφη μηνὶ Ἀπριλλίῳ ἰνδικτιῶνος ὀγδόης ἔτους ἑξακισχιλιοστοῦ ἑπτακοσιοστοῦ ἑβδομηκοστοῦ τρίτου, Curriculum vitae. Autobiographia
Text - Hyperlink: 

 

Ἡμεῖς δε καὶ τὴν συλλογιστικὴν καὶ τὰ πρὸ ταύτης ἐν Ἐπιτομῇ θέσθαι φθάνομεν, ἧπερ ἰσχὺς σαφηνίσαντες. Τά τε τῆς φυσικῆς καιριώτερα καὶ τὰ τῆς μετεωρολογίας ἀναγκαιότερα, καὶ τῶν διττῶν καὶ ἀντιστρόφων περιφορῶν, καὶ τῆς τῶν αἰθερίων σωμάτων κινήσεως καὶ τῶν ταύταις ἑπομένων, ὅσα μὴ πόρρω τοῦ χρησίμου, τὸν ὅμοιον τρό πον περιοδεύομεν, γύμνασμα τὴν πρᾶξιν οἰκεῖον ποιούμενοι. Πρὸς δέ, καὶ Περὶ ψυχῆς τῇ φιλοσοφίᾳ συνῳδὰ καὶ τῇ ἀληθείᾳ διαγορεύομεν, ἀλλὰ καὶ Περὶ σώματος ὕστερον, ἰατρικοῖς τ<ε> συλλογισμοῖς καὶ θεωρήμασιν ἐκ μαθημάτων χρῃσάμενοι· Περὶ πίστεως λόγον συντάττομεν, Περὶ ἀρετῆς καὶ ἀσκήσεως ἕτερον, ὅσα δέον οὐκ ἀγνοεῖν, ἐν ὅσοις τε μὴ ἀπρακτεῖν τὸν ἀληθῶς εὐσεβεῖν προῃρημένον, ταῦτα καὶ διαγγέλλοντες.

Century: 
12th/13th c.
Type of Source: 
Bibliography: 

 

SOURCES

J. A. Munitiz (ed) , Nicephori Blemmydae Autobiographia sive Curriculum Vitae, Corpus Christianorum. Series Graeca 13, Turnhout 1984.