Proclus, Commentary on Plato's Cratylus, section 125. 1-11
Ὅτι ἀνθρώπων ἐστὶν ἐκτετοπισμένων τῆς καθ’ ἡμᾶς οἰκουμένης τὸ μήτε ἥλιον μήτε σελήνην θεοὺς ὑπολαμβάνειν μήτε τοὺς ἄλλους οὐρανίους προσκυνεῖν σωτῆρας ὄντας ἡμῶν καὶ προστάτας, καὶ ἀναγωγοὺς μὲν τῶν ἀθανάτων ψυχῶν, δημιουργοὺς δὲ καὶ ὑποστάτας τῶν θνητῶν. εἰ δὲ τοῦτ’ ἀδύνατον ἀνθρώπους ὄντας ἔξω που τῆς οἰκουμένης εἶναι, ψυχῶν ἂν ἔγωγε φαίην εἰς αὐτὸν τὸν Τάρταρον καὶ τὸ ἀφεγγέστατον τοῦ παντὸς καὶ ἀτακτότατον ἐπειγομένων τὴν τοιαύτην τόλμαν καὶ τὴν παράλογον ταύτην οἴησιν πρὸς τοὺς οὐρανίους ἀποθρασυνομένην θεούς. ἀλλ’ οὕτοι μὲν ἔστωσαν ὅπου περ ἐτάχθησαν ὑπὸ τῆς Δίκης
SOURCES
G. Pasquali, Procli Diadochi in Platonis Cratylum commentaria, Leipzig: Teubner, 1908
B. Duvik and H. Tarrant (transl. and eds), Proclus. On Plato Cratypus, London 2007
SECONDARY BIBLIOGRAPHY
A. Scott, Origen and the Life of Stars. A History of an Idea, Oxford 1991.