John Chortasmenos, Moral Exhortations, p. 238. 1-34
Ἠθικὰ παραγγέλματα
Ἐπειδήπερ εἰσὶ δύο γνώσεις ἐν τῷ κόσμῳ, ἥ τε ὄντως οὖσα τοῦθ’ ὅπερ καὶ λέγεται, καὶ ἡ δοκοῦσα, καὶ δύο σοφίαι καὶ δύο ἀλήθειαι καὶ δύο πολιτεῖαι, καὶ τῆς μὲν ἀληθινῆς σοφίας καὶ γνώσεως καὶ τῆς ὄντως πολιτείας διδάσκαλός ἐστιν ὁ μόνος σοφός τε καὶ ἀληθὴς Θεός, ὁ Χριστός, τῆς δὲ ψευδωνύμου καὶ ἀντιθέτου γνώσεως καὶ τῶν λοιπῶν ἄλλοι παρ’ ἄλλοις ἄνθρωποι μερισθέντες εἰς διαφόρους πολιτείας τε καὶ δόξας, καὶ ἔστι τῆς μὲν εὐαγγελικῆς πολιτείας τὸ τέλος ἀρέσαι Θεῷ καὶ τῶν αἰωνίων ἑαυτὸν ἐξελέσθαι κολάσεων, τῆς δὲκατ’ ἀνθρώπους δόξας μόνον τοῖς ὁμογενέσι καλῶς λέγειν ἢ πράττειν καὶ πρὸς τὸ ἀρέσκον ἐκείνοις ἀπευθύνειν τὸν βίον. εἰ μὲν βούλεταί τις ἀρέσαι Θεῷ καὶ τῶν ἐπηγγελμένων τυχεῖν ἀγαθῶν ἀναχωρήσας τοῦ κόσμου, καθ’ ὅσον οἷόν τέ ἐστι, πρὸς ὑποταγὴν ἑαυτὸν ἐκδότω καὶ ῥυθμιζέτω τὸν ἑαυτοῦ βίον πρὸς τὰ πνευματικὰ καὶ θειότερα· ἱκανὸς γὰρ τῆς κατ’ ἀρετὴν πολιτείας διδάσκαλος ὁ Σωτὴρ καὶ οὐδένα χρὴ ζητεῖν ἕτερον τὸν πρὸς σωτηρίαν ἡμᾶς ὁδηγήσοντα. εἰ δὲ ἀποκνεῖ μὲν πρὸς τὴν εὐαγγελικὴν πολιτείαν, αἱρεῖται δὲ ζῶν ἐν τῷ κόσμῳ κατὰ κοσμικοὺς πολιτεύεσθαι, οὐδὲ τὴν ἐνταῦθα πολιτείαν ἀφῆκεν ὁ Σωτὴρ ἀδιόρθωτον, ἀλλὰ τὰ μέν, οἷς αὐτὸς ὑφηγήσατο, τὰ δὲ καὶ διὰ τῶν αὐτοῦ μαθητῶν τύπους ἡμῖν καὶ κανόνας ὑγιοῦς παραδέδωκε πολιτείας. πλὴν ἐπειδήπερ οἱ ἄνθρωποι καὶ πρὸς τὰς ἰδίας ὑπολήψεις ἐνεστήσαντο πολιτείας, ἀναγκαῖόν ἐστι, τὸν ἐν μέσῳ στρεφόμενον καὶ πρὸς ἐκεῖνα ῥυθμίζειν τὸν ἑαυτοῦ βίον, εἰ βούλοιτο τοῖς ἀνθρώποις ἀρέσκειν καὶ οἷς ἐκεῖνοι χαίρουσιν ἐξακολουθεῖν καὶ ἃ μὴ θέλουσιν ἀποστρέφεσθαι. τοῦτο γάρ ἐστιν, ᾧ τοῦ δοκοῦντος εἶναι ἀγαθοῦ τὸ ὂν διακρίνεται καὶ τοῦ ἐν ἀληθείᾳ τὸ μὴ κυρίως. καθάπερ ὅσα τῶν μεταλλικῶν κασσιτέρινα καὶ χολοβάφινα ὄντα τὴν τοῦ χρυσοῦ τε καὶ ἀργύρου μορφὴν ἑαυτῶν καταψεύδεται. Ἐρῶ τοίνυν ἀναμὶξ ἐν παραγγελίας σχήματι πρὸς ἐμαυτόν, ὅσα τε δεῖ φυλάττειν ἀνθρώποις ἀρέσκοντα καὶ ὅσα τῷ Θεῷ, καὶ τοὐναντίον ὅσα τε δεῖ φυλάττεσθαι τῶν ἀνθρώποις ἀπαρεσκόντων καὶ ὅσα τῷ Θεῷ μόνῳ σοφῷ τε καὶ ἀγαθῷ· μᾶλλον δὲ τούτων τε κἀκείνων μέρος τὸ προστυχόν, ἐπειδὴ μὴ πάντα οἷόν τέ ἐστι συλλαβεῖν ἀσθενείᾳ φύσεως καὶ τῇ περὶ τὸ λέγειν ἀδυναμίᾳ. πιστὰ δὲ ἐμοὶ κατὰ τὸ εἰκὸς ἔσται τὰ παραγγέλματα· ἐκ γὰρ ὧν πεπείραμαι χρηστῶν τε καὶ πονηρῶν ἐν τῷ βίῳ, τοὺς λόγους ἔκρινα διαθέσθαι, ὡς εἶναι τρόπον τινὰ τὴν παραγγελίαν ἔμπρακτον κἀμὲ δυναμένην τὰ μέγιστα ὠφελεῖν, ὡς προείρηται.
SOURCES
H. Hunger, Johannes Chortasmenos (ca. 1370-ca. 1436/37). Briefe, Gedichte und kleine Schriften [Wiener Byzantinistische Studien 7] Vienna 1969 238-242.