Bibliotheca, codex 36 (7b 12-21),

Text - Hyperlink: 

 

 

Ἀνεγνώσθη βιβλίον, οὗ ἐπιγραφὴ Χριστιανοῦ βίβλος ἑρμηνεία εἰς τὴν ὀκτάτευχον. Παμφίλῳ δέ τινι προσφωνεῖ τὸ βιβλίον. Ἦν δὲ ταῖς Ἰουστίνου τοῦ Ῥωμαίων βασιλέως ἡμέραις ἐνακμάζων. Ἀπάρχεται μὲν ἀπό τινων ἐκκλησιαστικῶν δογμάτων γραφικαῖς, ὡς ἐδόκει, μαρτυρίαις ἀγωνίζεσθαι.Ἔστι δὲ ταπεινὸς τὴν φράσιν καὶ συντάξεως οὐδὲ τῆς κοινῆς μετέχων. Ἀλλὰ καί τινα κατὰ τὴν ἱστορίαν ἀπίθανα συντίθησι·διὸ καὶ μυθικώτερον μᾶλλον ἀληθέστερον ἡγεῖσθαι τὸν ἄνθρωπον δίκαιον. Ὑπὲρ ὧν δὲ δογμάτων ἐνίσταται, ἔστι ταῦτα, ὅτι οὐρανὸς οὐκ ἔστι σφαιρικὸς οὐδὲ γῆ, ἀλλ μὲν ὡσεὶ καμάρα, δὲ ἑτερομήκης, καὶ κεκόλληται τὰ πέρατα τοῦ οὐρανοῦ πρὸς τὰ πέρατα τῆς γῆς, καὶ ὅτι πάντες οἱ ἀστέρες κινοῦνται ἀγγέλων αὐτοῖς τῇ κινήσει διακονούντων, καὶ ἕτερά τινα τοιαῦτα. Ποιεῖται δὲ καὶ ὡς ἐν παρεκβάσει μνήμην τῆς γενέσεως καὶ τῆς ἐξόδου, διατρίβει δὲ τῇ διηγήσει καὶ τῇ θεωρίᾳ ὡς ἐπίπαν τῆς σκηνῆς·ἐπιτρέχει δὲ καὶ τοὺς προφήτας, κἀκεῖθεν τοὺς ἀποστόλους. Λέγει δὲ ὅτι τὸ μέγεθος ἔχει ἥλιος δύο κλιμάτων, καὶ ὅτι οἱ ἄγγελοι οὐκ εἰσὶν ἐν τῷ οὐρανῷ ἀλλὰ μόνον ὑπὸ τὸ στερέωμα καὶ μεθἡμῶν, καὶ ὅτι Χριστὸς ἀνελθὼν ἀπὸ τῆς γῆς εἰς τὸ μεταξὺ τοῦ οὐρανοῦ καὶ τοῦ στερεώματος εἰσῆλθε, καὶ ὅτι τοῦτό ἐστι καὶ μόνον βασιλεία τῶν οὐρανῶν. Λέγει δὲ καὶ ἄλλα τινὰ ἀλλοκότα. 

 

 

 

 

 

 

Century: 
9th c.
Summary - Description: 
Photius'review of Cosmas Indicopleustes' Christian Topography
Bibliography: 

R. Henry, Photius. Bibliothèque, Paris 1:1959; 2:1960; 3:1962; 4:1965; 5:1967; 6:1971; 7:1974; 8:1977: 1:1-191; 2:8-203; 3:8-227; 4:8-174; 5:8-201; 6:8-194; 7:8-228; 8:8-214.