On the four Seas
Περὶ τῶν τεσσάρων θαλασσῶν
Τέσσαρες θάλασσαι εἰσι μεγάλαι τῆς γῆς. Πρώτη θάλασσα ἐστι ἡ Ἐρυθρά· αὕτη ἄρχεται ἀπὸ Σωμωκάντεος καὶ διασχίζει μέσον Ἰνδίας καὶ Παλαιστίνης· καὶ περαιοῦται τὴν γῆν ὅλην. καὶ ἑνοῦται <πρὸς> τὸν ποταμὸν Ὠκεανὸν περικυκλοῦντα πᾶσαν τὴν γῆν, πρὸς τὸ νοτικὸν μέρος τῆς τοῦ ἡλίου ἀνατολῆς. ἐν αὐτῇ τῇ Ἐρυθρᾷ θαλάσσῃ γίνεται τὸ μαργαριτάριον. γίνεται δὲ οὕτως· ἔστι τι ὀστρακόδερμα τὸ λεγόμενον πίνα· ἵσταται δὲ ἀεὶ χεόμενον καὶ ἐκδεχόμενον βρώματα·ὡς δὲ συχνάκις τῶν ἀστραπῶν γινομένων, πολλάκις δὲ ἡ ἀστραπὴ είσέρχεται πρὸς τὴν πίναν, καὶ φοβουμένη ἡ πίνα ἀσφαλίζει· ἀσφαλισθείσης δὲ τῆς πίνας, ἐχούσης δὲ ἐντὸς τὴν ἀστραπήν, εἱλίσσεται ἡ ἀστραπὴ μετὰ τῶν βολβίων τῶν ὀφθαλμῶν τῆς πίνας. εἱλισσομέν[η] τοὺς δύο ὀφθαλμοὺς μαργαρίτας ἀπεργἀζεται. καὶ οὕτως κρ[ά]ζουσα ἡ πίνα διαχεομένη, οἱ μαργαρῖται λἀμπουσιν πρὸς τὴν Ἐρυθρὰν θάλασσαν, καὶ θεωροῦντες οἱ ἄνθρωποι εἰσέρχονται καὶ λαμβάνουσιν αὐτούς· καὶ οὕτως γίνονται οἱ μαργαρῖται. [f. 3r] τὸν αὐτὸν δὲ τρόπον καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς ἐγεννήθη ἐκ τῆς ἀειπαρθένου Μαρίας· ἵστατο γὰρ ἀεὶ ἡ ἁγία Θεοτόκος Μαρία ἐν τῷ ναῷ προσευχομένη καὶ ἐκδεχομένη τὴν οὐράνιον τροφὴν καὶ ἦλθε καθάπερ ἀστραπὴ ὁ τοῦ Πατρὸς Λόγος καὶ ἐχωρήθη ἐν αὐτῇ καὶ γέγονεν ἄνθρωπος καὶ ἐγεννήθη ἐξ αὐτῆς καθάπερ ὁ μαργαρίτης ἐκ τῆς πίνης. διὸ καὶ γέγραπται "τὴν μαργαρίτην τῆς θείας ἀστραπῆς τὸν Χριστὸν κυήσασα". καὶ οὕτως γίνεται ὁ μαργαρίτης εἰς τὴν Ἐρυθρὰν θάλασσαν. Ἐρυθρὰν δὲ αὐτὴν ἐκάλεσαν δι'αἰτίαν τοιαύτην·
Α. Delatte, "Geographica", Byzantinische Zeitschrift 30 (1929/30) 511-518, esp. 513-514.