John Geometres, Third Encomium of the apple, Progymnasmata, orat. 6, pp. 25-30.

Text - Hyperlink: 

 

Τοῦ αὐτοῦ 

Καὶ τρίτον εἰς τὸ μῆλον ἐγκώμιον

   Τιθέσθω καὶ τρίτον τὸ μῆλον, ὅτι καὶ τῇ τριάδι φίλον τὸ μῆλον.

  Περσῶν μὲν οὖν, εἰ δοκεῖ, τοὺς μηλοφόρους ἐῶμεν, εὐγενείας ἅμα

καὶ βασιλείας σύμβολον, καὶ τοὺς πυρομόρφους καὶ σφαιρομόρφους ἀρτιφαεῖς ἀστέρας, ὡς καινῆς ἅμα καὶ ἀγαθῆς ἀρχῆς καὶ βασιλείας κήρυκας, καὶ τοὺς τροπαιοφόρους πάντας ὁμοῦ καὶ βασιλεῖς ἱσταμένους μετὰ τῶν μήλων, κἀν τοῖς ἀγάλμασι καὶ αὐτὸν Ἡρακλέα λεοντῇ καὶ μήλῳ κοσμούμενον καί, ὅτε μὲν τοῦτο φέρει, γαυρούμενον, ὅτε δὲ μή, καὶ λίαν ἀχθόμενον οἷα καταφρονούμενον καὶ τὸ σχῆμα πρὸς ὕβριν μὴ ἀνεχόμενον. ὁ δὲ τοῦ Ἀπελλοῦ ἢ Αὐσίππου μηλοφόρος Ἀλέξανδρος οὕτω τούτῳ τὴν τῶν ὅλων ὑποσημαίνων κυρείαν μεγαλαυχεῖται, “Γᾶν ὑπ’ ἐμοὶ τίθεμαι, Ζεῦ· σὺ δ’ οὐρανὸν ἔχε”. καὶ ὁ πρῶτος Ἰταλῶν καὶ βασιλέων Ἰούλιος οὕτω πρῶτα καὶ διπλῇ κοσμεῖται, τὴν ἀνίκητον ἐκείνην καὶ κεφαλὴν καὶ παλάμην. ἐῶμεν καὶ αὐτὸν ἐκεῖνον, εἰ δοκεῖ, τὸν τῶν Ἑλληνικῶν θεῶν βασιλέα, ποτὲ μὲν μήλῳ τῶν ὅλων δηλοῦντα τὴν βασιλείαν—καὶ τοῦτό πη μὲν μετὰ τοῦ σκήπτρου τῇ χειρὶ κρατοῦντα καὶ προδεικνύοντα, πη δὲ καὶ πρὸ τοῦ σκήπτρου τῇ δεξιᾷ προβαλλόμενον—ποτὲ δὲ καὶ μηλείῳ καὶ πρὸ τοῦ σκήπτρου τῇ δεξιᾷ προβαλλόμενον—ποτὲ δὲ καὶ μηλείῳ φυτῷ τάς τε χεῖρας καὶ τοὺς δακτύλους γλυφόμενον καὶ τὸν κεραυνοφόρον οὕτω κἀκ τούτου τὸν κεραυνὸν περιτορευόμενον, ἴσως οὐ διὰ τὴν τοῦ φυτοῦ δόξαν μόνην, ἀλλὰ καὶ τοῦ καρποῦ τὴν χροιὰν καὶ τὴν φλόγα καὶ τἄλλα ὅσα περὶ τὴν ὕλην εἰκάσματα καὶ φαιδρύματα τοῦ μήλου καὶ τῆς μορφῆς καὶ τῆς χρείας καὶ τοῦ κάλλους καὶ τῆς δόξης καὶ τῆς χροιᾶς.   ἀλλ’ ἄγε δή, μετάβηθι καὶ τὸν ἄνω κόσμον ἄειδε, τὴν ἄϋλον οὐσίαν καὶ ἄληπτον· αὐτὸ γὰρ τοῦτο μόνον ἢ μᾶλλον τῶν ὅλων καὶ τῶν ἀΰλων εἰκών. καὶ εἰ μέν τι καὶ τῶν ἀΰλων ἡ φύσις λεπτοτέρα μὲν τῶν ἐν ὕλῃ, παχυτέρα δὲ ὅμως τῆς ἀλήπτου πάντῃ καὶ ἀσωμάτου καὶ πρώτης καὶ μόνης, καὶ σώματα σφαιρικά τε καὶ φλογερὰ μόνῳ δηλαδὴ καὶ τοῦτο τῷ μήλῳ δέδοται, εἰ δ’ οὐ, τῷ γε μήλῳ ξυμβολικῶς δεδήλωται· καὶ ἴδοις ἂν ἐπὶ τούτων μετὰ τῶν σκήπτρων γεγραμμένα καὶ μῆλα. ὁ δε γε λόγος ἤδη καὶ τῶν ὑψηλοτέρων κατατολμᾷ, προσπελάσαι δ’ ἰλιγγιᾷ·μὴ γὰρ τῶν κατωτέρω καὶ δευτέρων νοερῶν τάξεων μόνον, ἀλλὰ καὶ αὐτῶν τῶν πρωτίστων καὶ νοητῶν Χερουβίμ τε καὶ Σεραφὶμ τὸ μῆλον εἰκών; οἷς γὰρ τὰ κύκλῳ μὲν φλογερά, τὰ δὲ ἔνδον συνεστραμμένα καὶ τῷ δέει συνεσταλμένα καὶ φοβερά, στρεπτὰ δὲ καὶ τὴν κατὰ τόπον, κυκλοφορικὰ δὲ καὶ τὴν κατὰ τρόπον ἢ λόγον κίνησιν, πῶς οὐχὶ καὶ ταῦτα σφαιρίζεται μὲν τὴν φύσιν ἢ κίνησιν, φοινίσσεται δὲ τὴν ὄψ[ιν], καὶ τῷ μήλῳ μόνῳ τῶν ἄλλων τὸ καὶ τούτων εἶναι δίδωσι σύμβολον;

  ἀλλ’ ἤδη καὶ τούτων ὁ λόγος ὑπερφρονεῖ, προσεγγίσαι δὲ καὶ τῇ Τριάδι ποθεῖ παρ’ ἧς καὶ τοῖς ἀνθρώποις τὸ δῶρον, ἀΐδιον μὲν τὴν ἀρχὴν παγὲν καὶ νῦν οὕτως ἐν Παραδείσῳ περιλειφθέν, πολυχρόνιον δὲ ὅμως καὶ πρὸς τήνδε τὴν ἡμέραν παραπεμφθὲν καὶ μετὰ τὴν πρώτην πτῶσιν ἢ ἔκπτωσιν οὐ τὸ φυτὸν μόνον ἀλλὰ καὶ τοῦ φυτοῦ ὁ βλαστός. οὕτως οὖν τῇ ἀφθαρσίᾳ τὴν ἄφθαρτον ἐκείνην ποσῶς καὶ μακαρίαν φύσιν μᾶλλον τῶν ἐν ὥραις πάντων ὑποτυποῦν, οὐδὲν ἧττον καὶ τῇ φθορᾷ <τὴν> τοῦ δι’ ἡμᾶς καὶ καθ’ ἡμᾶς παθόντος μιμεῖται φθοράν· καὶ οἶδε τὸ μῆλον φθαρὲν καὶ προσεμπλασθὲν οὐλὰς ἐξαλείφειν σωμάτων τινὰς ἢ σκιρρώματα δυσαπάλλακτα καὶ μολύσματα καθάπερ τῶν πνευμάτων ἐκεῖνος ἄρτι καὶ φθορᾶς ὑπὲρ ἡμῶν γευόμενος καὶ νῦν εἰσέτι θυόμενος. ὃ δὲ θειότατον καὶ παραδοξότατον τοῦ καρποῦ δείκνυσιν ἐν ἑαυτῷ καὶ τὴν ἕνωσιν, καὶ οὐδὲν οὕτω καὶ οἰκειότατον διὰ τὸ μύρον τῆς θεότητος καὶ τὴν χρῖσιν τὴν θείαν ἐκείνην ὑποτυποῦν μίξιν καὶ κράσιν ἄμικτόν τε καὶ ἄκρατον ἢ μᾶλλον ἄρρητόν τε καὶ ἄληπτον, ὡς εὐωδία συνθεωρουμένη τῷ μήλῳ καὶ οὐσία πεποιωμένη καὶ ποιότης οὐσιωμένη καὶ ὡς ἑτέρα τις ὕλη ἐπινοίᾳ διαιρουμένη καὶ μὴ συντεμνομένη καὶ μηδέποτε διϊσταμένη τῆς ὕλης, κἂν εἰς μυρία κατακερματιζομένη τύχοι καὶ ἀδιαίρετα.

  καὶ τί δεῖ <τ>ἄλλα καταλέγειν τοῦ μήλου, καὶ τὸν περὶ τοῦ τερπνοτάτου καὶ ἡδυτάτου καὶ λυσιτελεστάτου λόγον φορτικὸν δεικνύειν διὰ τοῦ πλήθους καὶ ἀηδῆ καὶ διὰ ταῦτα καὶ ἀλυσιτελῆ τοῖς ἀκούουσιν; οὕτω γὰρ οὐ μόνον καὶ ἐσθόμενον καὶ τιθέμενον καὶ ὁρώμενον καὶ νοούμενον ἡδονῆς ἅμα καὶ ὠφελείας καὶ δόξης καὶ ἐπιστήμης τῆς πρώτης καὶ θείας τὸ μῆλον αἴτιον, ἀλλὰ καὶ λεγόμενον εὐρυθμίας καὶ εὐγλωττίας, ὥστε καὶ μόνον τῶν ὀνομάτων τοῦτο πάντων εὐφωνότατον εἰπεῖν καὶ ἡδύτατον, δυσὶ μὲν τοῖς εὐφωνοτάτοις τῶν φωνηέντων, τρισὶ δὲ τοῖς εὐρυθμοτάτοις καὶ ὑγροτάτοις τῶν συμφώνων διειλημμένον. ἔστι μὲν γὰρ ὡς ἐπίπαν τῶν μὲν συμφώνων εὐφωνότερα τὰ ἡμίφωνα, τούτων δὲ τὰ ὑγρά τε καὶ ἀμετάβολα καὶ τούτων αὐτῶν πάλιν τό λ μᾶλλον εὐφωνότερόν τε καὶ γλαφυρώτερον, τῶν δὲ λοιπῶν μᾶλλον το μ καὶ τό ν τοῦ λοιποῦ. διαπλέκεται γοῦν καὶ τὴν προφορὰν αὐτὴν ἐκ τοιούτων καὶ τοσούτων τὸ μῆλον, καὶ οὕτως ὥσπερ ἐκ μετρικῆς ἢ ῥυθμικῆς τινος ἐπινοίας ἑνὸς ὑφ’ ἐνὶ παρενειρομένων καὶ συμβαλλόντων ὁμοῦ καὶ συμβαλλομένων πρὸς τὸ πεζὸν τοῦτο μέρος καὶ τὴν εὐήχησιν. ἡ δὲ τῆς ἁρμονίας τάξις ὡς θαυμαστὴ προβαινούσης ὥσπερ τῆς εὐφωνίας ἐπὶ τὸ ἀκμαιότερον καὶ πάλιν ὑποβαινούσης οἷα χρὴ κατὰ τὸ ὑφετικώτερον· ἡ μὲν γὰρ τοῦ μέλους ἀναβολὴ τό μ, ἡ ἀκμὴ δὲ τό λ, τὸ ὑφετικώτερον· ἡ μὲν γὰρ τοῦ μέλους ἀναβολὴ τό μ, ἡ ἀκμὴ δὲ τό λ, ἡ δὲ παρακμὴ τό ν, καὶ πρόσεισι τὸ μέν λ κάλλιστον τῶν ἀμεταβόλων καὶ πρώτιστον καὶ γλυκύτατον παρ’ ἑκάτερα τοῖς ὑποδεεστέροις ὥσπερ δορυφορούμενον, τῶν δὲ λοιπῶν τοῦ ν τό μ προθέμενον ὡς ὁμοῦ καὶ τῇ τάξει καὶ τῇ δυνάμει πρὸς τὸν ῥυθμὸν προηγούμενον, ἵν’ ᾖ καὶ τὸ πρόσωπον τοῦ ὀνόματος τηλαυγέστερόν τε καὶ εὐηχέστερον. 

  ἔχει δὲ πρὸς τούτῳ τὸ μῆλον καὶ ἄμφω τὰ πνεύματαμουσικῶν  φυσικῶν ἴσασι παῖδεςκαὶ τὸ πλέον ἐπίσης ἐν ἑαυτῷ μεριζόμενα καὶ τὸ κρεῖττον καὶ κατὰ τάξιν καὶ βαθμὸν προερχόμενα, τοῦ ψιλοῦ μὲν ἀρχομένου καὶ τῶν χειλέων ἄκρων ὑπηχουμένου, προσεπηχοῦντος δὲ τοῦ δασέος καὶ ἐπὶ τοῦ θώρακος ἀναβαλλομένου καὶ τῶν μὲν χειλέων συμπτυσσομένων ὥσπερ ἀσπαζομένων καὶ τῇ φωνῇ τὸ μῆλον, τῇς γλώττης δὲ ἀνεγειρομένης καὶ τῇ ὑπερῴᾳ προσκολλωμένης ὡσπερεὶ καὶ αὐτῆς ἐπαγομένης τὴν γεῦσιν καὶ γλιχομένης τὴν αἴσθησιν. οὕτως οὐδεὶς οὐδὲ τὸ μῆλον ὀνομάσας μὴ φιλήσας εὐθὺς ἀπῆλθε καὶ ἄμα καὶ τὴν γλῶτταν καὶ τὴν ἡδονὴν ὡσπὲρ προτελεσθείς. ἀλλοὕτω πάντων πᾶσι κρατοῦν καὶ πάντα πάσης πληροῦν ἡδονῆς οὐδὲν ἧττον ἐξ αὐτοῦ τοῦ ὀνόματος καὶ τὸ κατὰ πάντων ἐνδείκνυται κράτος. τί γάρ σοι καὶ τὸ μῆλον ὅτι μᾶλλον τῶν ἐν ὕλῃ πάντων μόνον τῶν ὄντων καὶ μόνον καὶ ὅλον, τῷ μὲν μόνῳ μόνον, τῷ δὲ τύπῳ τῶν ὅλων καὶ ὅλον; πέρας ἔστω τῶν τοῦ μήλου καλῶν τῶν τοῦ μήλου καλῶν ἀπειρία καὶ τὸ ὥσπερ εἶναι τὸ κάλλος ἐκείνῳ καὶ τὴν ἡδονὴν ἀκόρεστον, οὕτω καὶ τὸ πλῆθος τῶν περὶ αὐτοῦ λόγων καὶ τὴν ἐκλογὴν τούτων αὐτῶν ἀπλήρωτον. ὅσον δὲ τῷ μήλῳ πρὸς τὰ λοιπὰ πάνθὁμοῦ τὸ διάφορον, τοσοῦτον δοκῶ πάλιν καὶ τῶν παρἡμῖν πρὸς τὰ λοιπὰ πάντα μῆλα τό τε μέγεθος καὶ τὸ κάλλος καὶ τὴν γεῦσιν καὶ τὴν ὀδμὴν καὶ  τὴν εἰς χρόνον μονήν.

   δὲ καὶ τῶν πεμφθέντων σοι μήλων ἀριθμὸς βραχὺς μὲν τὸ πλῆθος, πολὺς δὲ τὴν δύναμιν· πρῶτος μὲν τῶν τελείων, μόνος δὲ τῶν ἐντὸς τῆς δεκάδος τέλειος ὤν, ἰσούμενος τοῖς ἑαυτοῦ μέρεσι καὶ ἀνελλιπὴς ὁμοῦ καὶ ἀπλεονέκτητος· ἔπειτα πρῶτος ἐξ ἀρτίου καὶ περιττοῦ ὁμοῦ καὶ ἀπλεονέκτητος· ἔπειτα πρῶτος ἐξ ἀρτίου καὶ περιττοῦ πολυπλασιαζόμενος ἀμφοτέρων τῶν εἰδῶν καὶ τῶν πρώτων καὶ πυθμενικῶν πρῶτον κρᾶμα καὶ κάλλιστον· τρίτον καὶ τῆς τριαδικῆς εἰς τὴν γεννητὴν καὶ δευτέρας προόδου σύμβολονπρώτη γὰρ ἐν αὐτῷ κινεῖται τριάςἁπλούστερον μὲν τῶν ἄλλων, ἑαυτῆς δὲ συνθετώτερον· τέταρτον καὶ τῶν θεοειδῶν ἐν συνθέτοις ἴνδαλμα, τὸν μὲν τῆς οὐσίας λόγον συντιθεμένοις, τὸν δὲ τῆς ἀρετῆς τρόπον τριαδουμένοις ἐν τοῖς τρισὶ τῆς ψυχῆς καὶ μέρεσι καὶ δυνάμεσιν, ἄλλως θὅσοι καὶ τῇ μὲν ὕλῃ καὶ τῇ συνθέσει πολλῷ τῆς ἀΰλου καὶ ἁπλουστάτης Τριάδος λειπόμενοι, τῇ δὲ καθάρσει καὶ τῇ παρἐκείνης ἐλλάμψει τῆς ἀρετῆς θεοί τινες εἶναι καὶ καθαὑτοὺς πιστευόμενοι καὶ τοῖς ἄλλοις τοῦτο γινόμενοι πρὸς τὴν μίμησιν. Πυθαγόρειοι δὲ καὶ τοιούτοις τόνδε τὸν ἀριθμὸν ἐσέμνυνον, ἐγκωμίοις, “καταὐτὸν ἐμψυχῶσθαι καὶ καθηρμόσθαι τόνδε τὸν κόσμον, τυχεῖν τε ὁλότητος καὶ διαμονῆς, ἐπὶ δὲ καὶ συστάσεως μερικῆς, ὑγείας τε τὰ ζῷα καὶ τὰ φυτὰ συνόδου τε καὶ ἐπιγονῆς καὶ καλλονῆς καὶ τῆς ἄλλης κατὰ φύσιν ἀρετῆς ἕξιν καὶ τῶν τοιούτων”. 

  ἔχει δὲ καὶ μεριζόμενος πρῶτος ἀριθμῶν τὰ κατ’ ἀριθμὸν ἀμφότερα

εἴδη, περιττόν τε καὶ ἄρτιον καὶ ἐναλλὰξ κατὰ μέρος ἢ δύναμιν, ἐξ ἀμφοῖν καὶ πρῶτος ὀνομαζόμενος, οὐ μόνον δὲ ἀλλὰ καὶ μερίζων ἑαυτὸν ἐπίσης ἀμφοτέροις τοῖς εἴδεσι καὶ τῷ μὲν τὸ πρωτεῖον διδοὺς ἐν τῷ πρώτως ἐπ’ αὐτοῦ λέγεσθαι τὸ ἀρτιοπέριττον, τῷ δὲ τὸ πλέον ἐκείνῳ χαρίζεσθαι καὶ μετὰ τὴν πρώτην τομὴν εὐθὺς ἀδιαίρετος μένειν, καὶ τῷ περιττῷ φυλάττειν τὸ ἴδιον. συμβέβηκε δὲ μόνῳ τῶν ἀρτίων τὸ καὶ πρώτῳ γενέσθαι τῶν καλλίστων θεωρημάτων, κύκλου κατὰ  ταὐτὸ καὶ τετραγώνου γεννήτορι καὶ ἐφ’ ἑαυτὸν ἀνακυκλουμένῳ τήν τε τετραγωνικὴν ὁμοῦ δεικνύειν πλευρὰν καὶ εἰς ἑαυτὸν καταλήγειν. καὶ τούτῳ γε τὴν θείαν πάντως εἰκονίζων ἐκεῖνος φύσιν οὕτω κινουμένην καὶ ἀνακυκλουμένην ἐφ’ ἑαυτὴν ἐξ ἰσότητος· μὴ γὰρ ἔχειν μήτε κατὰ τόπον ἢ θέσιν πρὸς ὅ τι χωρήσει τῶν ἔξωθεν τὸ ἀχώρητον καὶ ἀσώματον, μήτε κατὰ τρόπον ἢ φύσιν πρός τι χεῖρον ἢ βέλτιον τὸ αὐτὸ καλὸν καὶ ὑπέρκαλον, ἀλλ’ ἀφ’ ἑαυτοῦ τε καὶ ἐφ’ ἑαυτοῦ κινεῖσθαι καὶ ἐφ’ἑαυτῷ στρέφεσθαί τε καὶ παύεσθαι.

  ἁπλῶς δὲ καὶ πᾶσι πάντων δεσμὸς ἡ ἑξὰς καὶ ὁμονοίας πᾶσι καὶ

τοῦ ἔχειν αἴτιον ἢ τεκμήριον, ἔνθεν, φασί, καὶ ἐπώνυμος ἐκ τῆς ἑξέως, σώμασι μὲν ψυχάς, ψυχαῖς δὲ ἀρετάς, ἀρεταῖς δὲ λόγον, λόγῳ δὲ νοῦν, νῷ δὲ κόσμον συνάγουσα κοσμικόν τε καὶ ὑπερκόσμιον, ἢ καὶ παρὰ τὸ πάντων τῶν ἀριθμῶν ἔξω τε καὶ ἐξαίρετον εἶναί τε καὶ νομίζεσθαι.

  καὶ ἵν’ ἐῶμεν τὰ κάτω καὶ εὐτελέστερα, τὸ πάντων εἶναι τῶν παραλληλεπιπέδων περιεκτικὸν σχημάτων τε καὶ σωμάτων, κύβων τε καὶ πρισμάτων καὶ τῶν τούτοις παραπλησίων, τά τε τῶν τριῶν διαστημάτων ἓξ πέρατα καὶ τὴν τῶν σωμάτων ἑξαχῇ κίνησιν, τήν τε θήλειαν ὁμοῦ τῆς ἑξάδος φύσιν καὶ ἄρρενα. ἐῶ καὶ τοῦ ὑπὲρ γῆν ἡμισφαιρίου τὴν ἀεὶ τῶν ἀστέρων ἑξάδα καὶ τὴν τοῦ ἑξαγώνου τοῦ κύκλου πλευράν, τῆς οὐρανίου σφαίρας ἡμῖν τὴν ἀπόστασιν, τάς τε τῶν θείων ἔργων ἡμέρας ἐν ἑαυτῷ τούτῳ τοῖς ἔργοις εὐλογουμένας τούτων αὐτῶν πάλιν τὴν ἕκτην προτιμωμένην δημιουργίᾳ τῇ κρείττονι, τούς τε δορυφόρους ὁμοῦ τοῦ κάτω φωσφόρου φωστῆρας καὶ τοὺς ἄνω τοῦ πρώτου καὶ μεγίστου καὶ δορυφόρους καὶ δοξολόγους τοσαύταις κοσμουμένους ταῖς πτέρυξι καὶ ταῖς μὲν τὴν τριαδικὴν διπλουμένους ποσότητα, τοῖς ᾄσμασι δὲ τὴν τριαδικὴν εἰς μοναδικὴν συγκεφαλαιουμένους ὁλότητα, ἵν’ ᾖ τὸ μὲν πρώτως λατρεῦον ἑξάς, τὸ δὲ λατρευόμενον ἡ ἑνὰς ὁμοῦ καὶ τριάς—καὶ τὸ μὲν πρῶτον τῶν ἀριθμῶν, τὸ δὲ καὶ ὑπὲρ ἀριθμὸν ἅμα καὶ πηγὴ ἀριθμῶν—οὐ διὰ τὴν μονάδα μόνον, ἣ μηδὲ ἀριθμὸς καὶ ἀρχὴ ἀριθμῶν, ἀλλὰ καὶ διὰ τὸ ἀμφοῖν εἶναι μονάδα τε καὶ τριάδα, ὃ μήτε τῇ μονάδι μήτε τῇ τριάδι συμβέβηκε. δείκνυσι δὲ τῇ τριάδι συμβολικῶς καὶ τὸν πληθυσμὸν ἅμα καὶ περὶ τῆς τριάδος ἢ καὶ κατὰ τριάδα πληθυσμὸς τὰ Σεραφὶμ τῆς γνώσεως, ὅτι καὶ μόνος οὗτος κατὰ τριάδα τῇς ἀριθμητικῆς εἰδοποιὸς χύσεως, καὶ αὐτὸς  ἑαυτοῦ πρῶτον ἢ καὶ πάσης διατυπωτικὸς οὐσιώσεως, εἴγε καὶ οὗτος μὲν τοῦ ἀριθμοῦ, ὁ δὲ ἀριθμὸς τῆς παρὰ τὴν ὕλην ἀμορφίας εἰδοποιός, ἵν’ ᾖ μὴ μόνον ἁπλῶς εἶδος ὁ ἕκτος, ἀλλὰ καὶ εἶδος εἴδους οἷα τύπου τινὸς ἀρχέτυπον καὶ τοῦ ἐντίμου τὸ ἐντιμότερον.

  ἐῶ γε μὴν καὶ τοὺς πρώτους καὶ καλλίστους τῶν ἁρμονιῶν λόγους καὶ δι’ ὧν καὶ οἱ λοιποὶ συμπληροῦνται, τὸν ἐπίτριτον λέγω καὶ ἡμιόλιον, οὓς καὶ ἄμφω συλλαβὼν καὶ πρῶτος ἔχει ἐκ τοῦ πρῶτος ὑπὸ τὸ αὐτὸ καὶ ἥμισυ <καὶ> τρίτον ἔχειν ὧν ἐκεῖνοι μάλιστα δεόνται καὶ τὴν λοιπὴν καὶ πολλὴν τῶν ἀγαθῶν τῆς ἑξάδος ἕξιν.

  πρῶτος δὲ οὗτος ἀριθμῶν καὶ ἐν τρισὶ διαιρεῖται καὶ τὴν αὐτὴν ἔχει καὶ ἀρχὴν καὶ μέσην καὶ τελευτήν· εἰ γὰρ καὶ τριάς—ἀλλ’ οὐκ εἰς ἀριθμοὺς ἡ διαίρεσις, ὥσπερ καὶ μόνος ὁ ὑπεράριθμος ἀμερὴς Θεὸς ἢ ἀμέριστος ἐν τρισὶ μὲν ἀδιαιρέτως διαιρετός, τοῖς αὐτοῖς δὲ καὶ τῇ φύσει καὶ τῇ δόξῃ καὶ τῇ δυνάμει κἂν ἑτερωνυμένοις τοῖς ἰδιώμασιν. ὃ δὲ παραδοξότερον ὅτι μηδέποτε τῆς τριάδος ἢ τῆς ἑνάδος ἐκπίπτει, ἢ γὰρ τὸ μέρος ἢ τὴν δύναμιν ἀντιπεπονθότως ἀεί ποτε τριαδουμένην ἢ μοναδουμένην ἔχει, καθὰ καὶ ὁ ἐπὶ πάντων Θεὸς ἢ μονὰς ἢ τριάς, μᾶλλον δὲ μονὰς ἡ τριὰς καὶ τριὰς ἡ μονάς.

  ἀφέξομαι τῶν λοιπῶν καὶ βαθυτέρων θεωρημάτων οὐ μόνον διὰ τὸ πλῆθος ἅμα καὶ τὸ ὕψος ὡς οὐ βουλόμενος, ἀλλ’ ὅτι μηδὲ τῷ σφόδρα βουλομένῳ κατ’ ἐπιδρομὴν τὰ τοιαῦτα καὶ τοσαῦτα περιλαμβάνειν ἐνόν·μήτε γὰρ τῷ λόγῳ παραλαμβάνειν, μήτε δὲ τῷ νῷ καταλαμβάνειν τὸν μὴ σχολῇ καὶ πολλάκις περὶ τούτων ἐπεσκεμμένον καὶ ἅμα μελέτης τε συντονίᾳ καὶ φύσεως εὐτυχίᾳ καὶ πρὸ τούτων ἐπιπνοίᾳ θείᾳ χρησάμενον.

 

 

Bibliography: 

 

A. R. Littlewood, The Symbolism of the Apple in Byzantine Literature.

Bibliographical Sources: 

 

A. R. Littlewood (ed.), The Progymnasmata of Ioannes Geometres, Amsterdam,1972.