John the Lydian, On the Months, Book 4 (April), section 67, pp. 120. 6 - 121. 13.
Ἡρακλῆς δὲ ὁ χρόνος παρὰ τῷ Νικομάχῳ εἴρηται, ἀλλὰ μὴν καὶ ἥλιος, λέγοντι οὕτως· ‘Ἡρακλῆς μὲν οὖν ὁ τὴν περὶ τὸν ἀέρα κλάσιν τῇ τῶν ὡρῶν περιτροπῇ ποιούμενος, τουτέστιν ἥλιος.’ διὸ δὴ καὶ ἐν τοῖς τούτου μυστηρίοις τοὺς ἄρρενας γυναικείαις στολαῖς κοσμοῦσιν, ἅτε δὴ ἐξ ἀγριότητος καὶ ἀγονίας τῆς κατὰ τὸν χειμῶνα ἀρχομένου τοῦ σπερματικοῦ τόκου θηλύνεσθαι. καὶ ταῦτα μὲν τῷ ἔαρι ἐτέλουν. τρία δὲ αὐτῷ μῆλα ἐν τῇ λαιᾷ ταῖν χεροῖν τῆς χρόνου δι’ αὐτοῦ ἀναμερίσεως σύμβολον· μῆλον μὲν γὰρ διὰ τὴν πρὸς τὸν κριὸν αὐτοῦ συμπάθειαν, ἀρχὴ δὲ χρόνου ἐαρινὴ τροπή. καὶ ἄλλως δὲ τρία, ὅτι τριμερὴς ὁ χρόνος. ἀνάγειν δὲ λέγεται τὸν κύνα τὸν τρικέφαλον ἐκ τοῦ Ἅιδου, ὅτι φρουρητικὸς καὶ λυμαντικὸς ὁ χρόνος, ὥσπερ δὴ καὶ ὁ κύων· τρεῖς δὲ αὐτῷ κεφαλαί, ὅ τε παρελθὼν καὶ ὁ ἐνεστὼς καὶ ὁ μέλλων καιρός. καὶ ἄλλως δὲ τὰ τρία μῆλα ληπτέον ἐπὶ Ἡρακλέους κατὰ φιλόσοφον δόγμα, ὅτι τὰς τρεῖς περιόδους ὁ ἥρως ἀνύσας τοῦ πρακτικοῦ βίου τέλειος εἶναι δοκεῖ. ταύτῃ καὶ τριέσπερος λέγεται κατὰ Λυκόφρονα, φησὶ γάρ·
τριεσπέρου λέοντος, ὅν ποτε γνάθοις
Τρίτωνος ἠμάλαψε κάρχαρος κύων.
τὸ γὰρ τρισὶ νυξὶν ἐσπάρθαι τὸν Ἡρακλέα μυθικόν ἐστιν. Ἥβην δὲ καλλίσφυρον αὐτῷ δίδωσιν, οἱονεὶ τὴν δημιουργικὴν δύναμιν, καὶ τὸ καλὸν τὸ ἐγκόσμιον. ὁ δὲ στέφανος τελειότητος δεῖγμά ἐστι· διὸ δὴ θεοῖς καὶ βασιλεῦσι καὶ ἱερεῦσιν ἐδίδοτο πρώτως. τῆς δὲ τύχης ἀφελομένης παρὰ τῆς ἀρετῆς τὸν στέφανον, οἱ ἱερεῖς τὸ λοιπὸν ἀποκειρόμενοι τὴν κόμην κύκλον τινὰ τριχῶν ἀντὶ στεφάνου τῇ κεφαλῇ περιποιοῦσι. δωδεκάμοχθόν γε μὴν αὐτόν φασι, διὰ τὸ τὰ δώδεκα ζωδία ἐκτρέχειν.
Attachment | Size |
---|---|
Hercules in the Garden of Hesperides, 4th c. Catacomb of the Via Latina, Rome.jpg | 59.1 KB |
R. Wünsch (ed.), Ioannis Lydi liber de mensibus, Leipzig, 1898.