Meletios, On the constitution of Man, prooimion, pp. 1 - 3.6

Full Title: 
Περὶ τῆς τοῦ ἀνθρώπου κατασκευῆς, Hypothesis ad opus De natura hominis (e cod. Barocciano 131)
Text - Hyperlink: 

 

ΑΡΧΗ ΣΥΝ ΘΕῼ  ΤΑ ΤΟΥ ΜΕΛΕΤΙΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟΥ ΑΝΘΡΩΠΟΥ ΚΑΤΑΣΚΕΥΗΣ.  

Ἡ ΠΑΡΟΥΣΑ σύνοψις περὶ φύσεως ἀνθρώπου ἐπονήθη καὶ  συνελέγη καὶ συντέθη παρὰ Μελετίου μοναχοῦ θέματος τοῦ Ὀψικίου Βάνδου Ἀκροκοῦ, χωρίου Τιβεριουπόλεως, μονῆς λεγομένης Τρεῖς, ἤτοι τῆς ἁγίας Τριάδος· οὐχ ὡς καινόν τι ἐπινοήσαντος περὶ φύσεως ἀνθρώπου φυσιολογῆσαι, ἀλλὰ σύντομον καὶ ἀνελλιπῆ πραγματείαν ἐκθέσθαι τοῖς φιλομαθέσι καὶ φιλοπόνοις βουλομένου· εἰ γὰρ καὶ πολλοὶ τῶν ἀρχαίων σοφῶν, πολλοὺς κατὰ ἀποτάγην, ἢ ἐν συντόμῳ περὶ τῆς φύσεως ἡμῶν λόγους συνέθεντο, ἀλλ’ οὐδεὶς ἀνελλιπῆ καὶ ἀνυστέρητον ταύτην ἀπήρτησεν.

  Ὁ μὲν γὰρ Ἱπποκράτης περὶ φύσεως παιδίου καὶ ἄνδρος γράψας ὀλίγα τινὰ καὶ δυσδιάγνωστα, οὐδὲν περὶ τοῦ καθόλου ἀνθρώπου ἐμνημόνευσεν, ἢ τῶν ἐν αὐτῷ δυνάμεων, ἢ ἐνεργειῶν, ἢ τῶν τοῦ σώματος μορίων. Ὁ γὰρ Γαλῆνος περὶ φύσεως μορίων μνησθεὶς, καὶ περὶ κράσεων, ἐν οὐδεμιᾷ τῶν πραγματειῶν αὐτοῦ φαίνεται τοιαύτην ὁλοκλήρως ὑπόθεσιν ἀναγράψας. Σωκράτης δὲ ἐτυμολογίας μᾶλλον μορίων καὶ ὀνομάτων ἐν τῷ περὶ φύσεως ἀνθρώπου συντάγματι αὐτοῦ, ὡς γραμματικὸς ἢ φιλόσοφος συνετάξατο. Οἱ δὲ ἅγιοι καὶ τῆς ἐκκλησίας διδάσκαλοι, οἷον ὁ μέγας Βασίλειος, ὁ ἀδελφὸς αὐτοῦ Γρηγόριος Νύσσης, ὁ χρυσολόγος Χρυσόστομος καὶ ὁ παμμακάριστος Κύριλλος, καὶ ἄλλοι πολλοὶ τῶν κατ’ αὐτοὺς ἐν τοῖς λόγοις αὐτῶν τοῖς διδασκαλικοῖς σὺν τῷ θεολογικῷ φυσιολογήσαντες, πολλὰ περὶ τῶν τοῦ σώματος ἡμῶν μορίων, καὶ τῶν ψυχικῶν καὶ ζωτικῶν καὶ φυσικῶν δυνάμεων καὶ ἐνεργειῶν συνεφιλοσόφησαν· οὐδεὶς μέντοι γε τῶν προειρημένων ἀνδρῶν,ἢ τῶν ἁγίων τούτων συναγαγὼν φαίνεται τὴν ὅλην ὑπόθεσιν, ἢ τῶν ἁγίων τούτων συναγαγὼν φαίνεται τὴν ὅλην ὑπόθεσιν, τοῦ μὴ τὴν πραγματείαν ἀποτέλεσαι· τὰ οὖν διεσπαρμένα, ὡς ἐν ταῖς τούτων βίβλοις ἐγκείμενα, αὐτὸς ἐκλαβὼν, τὸ παρὸν ὡς ἐνὸν συνεστησάμην δὴ σύγγραμμα· τοῖς μὲν ὡς εἰκὸς ἔχειν αὐτὸ βουλομένοις, ὑπόμνημα τῆς φύσεως καὶ τῆς συστάσεως τοῦ σώματος παντὸς ἐσόμενον· ἐμοὶ δὲ γυμνάσιον καὶ τῆς ἀμαθίας προφύγιον· δεῖ οὖν τὸν ἀπεριεργῶς ἀναγινώσκοντα μετὰ ἀγάπης καὶ φόβου Θεῷ, καὶ χάριν ὠφελείας τοῦτο ποιεῖν· καὶ μὴ θηρεύειν λέξεις πρὸς κακίζειν τὸν συγγραψάμενον· οὐδὲ γὰρ πᾶσιν ὡς οἶμαι εὔληπτά εἰσιν ὦδε τὰ συνταγέντα. ἀλλὰ καὶ πολλῆς τὰ πολλὰ τοῖς πολλοῖς δεόμενα τῆς συντάξεως·καὶ μάλιστα τοῖς ἀπείρως ἔχουσι πρὸς φιλοσοφίαν καὶ ἰατρικὴν ἐπιστήμων.

  Ἔστιν οὖν ἡ πᾶσα πραγματεία ἐξ ὑπαρχῆς συνηνωμένη καὶ συνδεδεμένη, καὶ οἷον διηρθρωμένη, καὶ τὰ καθ’ ἕκαστον τοῦ σώματος μόρια διασαφοῦσα, καὶ τὴν φυσικὴν σύνθεσιν διερευνῶσα· καὶ τὰ τοῦ κόσμου στοιχεῖα μετὰ τοῦ σώματος ἐναρμόζουσα· καὶ ποῖον τοῦ κόσμου μετὰ τοῦ σώματος ἐξισάζεται· καὶ τί τὰ ἁπλᾶ στοιχεῖα καὶ πρῶτα· καὶ ποῖα τὰ ὁμοιομερῆ, καὶ ποῖα τὰ ἀνομοιομερῆ μόρια· καὶ πόσαι δυνάμεις περὶ τὸ ζῶον ἐνεργοῦσι· καὶ πόσαι αἰσθήσεις· καὶ τί τὸ τριμερὲς τῆς ψυχῆς, καὶ τίνων ὁ νοῦς αὐτοκράτωρ· καὶ πόθεν ὁ  λόγος γεννᾶται· καὶ τίς ὁ προφορικὸς λόγος, καὶ τίς ὁ ἐνδιάθετος· καὶ τί ὄρεξις, καὶ πόθεν γίνεται· καὶ πῶς αἱ τροφαὶ κατεργάζονται, καὶ πῶς πέπτονται, καὶ πῶς ἀναδίδονται· καὶ πόσαι πέψεις, καὶ πόσα περιττωμάτων γένη· καὶ πῶς τὸ αἷμα γεννᾶται, καὶ πόθεν ὅλον τὸ σῶμα ἐπαρδεύεται· καὶ πῶς ὕπνος γίνεται· καὶ διατί καὶ πόθεν συνίσταται γέλως καὶ χαρά, καὶ λύπη καὶ δάκρυον· ἐπειδὰν δὲ οὕτως ἡ ὑπόθεσις ἀναπληρωθῇ καὶ οἷον συνυφανθῇ, ὥσπερ ἐπανάληψιν ποιούμενος, ὁ λόγος τὰ ὅλα πάλιν μόρια διηρημένως ὑπεξέρχεται· ἐτυμολογῶν ἕκαστον, καὶ τὴν φυσικὴν, καὶ ἐνέργειαν, καὶ τὰς ὀνομασίας καὶ τοὺς ὅρους ὑποδεικνύων ἀπὸ κεφαλῆς ἕως ποδῶν, οὐ ταυτολογῶν ὡς ἂν οἰηθείη τις, ἀλλὰ τὰ ἐν ἐπιτομῇ εἰρήμενα καὶ συνεσταλμένως πλατυκώτερον ἐκδιδάσκων, καὶ πρὸς τὸ σαφέστερον διευκρινῶν τοῖς ἀκούουσι· διὰ ταῦτα καὶ πίναξ ὑποτίθεται εἰς διάγνωσιν εὐχερῆ.

 

 

Century: 
between 7th and 9th c.
Bibliographical Sources: 

 

J. A. Cramer (ed.), Anecdota Graeca e codd. manuscriptis bibliothecarum Oxoniensium, vol. 3, Oxford, 1836 (repr. Amsterdam, 1963).