Theodoros Metochites, On Synesius, Sententious Notes (Semeioseis gnomikai), ch. 18, section 5. 2-40

Text - Hyperlink: 

 

Φιλοσοφίαν δὡς εἴρηται προτίθεται τοῦ βίου παντός, καὶ διῃρημένης εἰς πλεῖστα πάντων εὖ ἔχει, καὶ οὐ τῶν μὲν αὐτῷ μέτεστι, τῶν δοὐ καθάπαξ καὶ ἧττον μέτεστιν κατὰ τἄλλα.  Οὐδἔχει τις ἐρεῖν περὶ αὐτοῦ, πῶς ἂν εἴποι τις ἀπολαβόμενος καὶ ὁρίσας, ὡς ἄρα τοῦδέ τινος ἀνὴρ σπουδαστής ἐστιν τοῦδέ τινος αἱρεσιώτης ἐστὶ τοῦ συντάγματος, εἰς δὴ πλεῖστα κατατέτμηται τὰ φιλοσόφων πράγματα, ἀλλὰ πάντων ἐστὶν ὡς εἰπεῖν κοινὸς θιασώτης καὶ συντελής, καὶ μάλιστά γε δὴ τῶν βελτίστων, τῶν ἀπ Ἀριστοτέλους καὶ Πλάτωνος, καὶ σύνδεσμός τις ἀμφοῖν κοινωνίας καὶ διαλλακτὴς εἰς τὰ νομιζόμενα καὶ δοκοῦντα φιλονείκως ἀντίθετα, καὶ ἀπἀμφοτέρων τὰ βελτίω πορίζεται, καὶ οὐ νέμει πλεῖν λυσιτελεῖ θατέρῳ τούτων ἑαυτόν· καὶ τοῦτο καὶ αὐτός φησι περὶ ἑαυτοῦ, καὶ οἷς φρονεῖ καὶ οἷς λέγει πιστοῦται μάλιστα. Καὶ τοίνυν τῆς φυσικῆς τε θεωρίας τὸ μέρος τῇ φιλοσοφίᾳ κάλλιστἐν μετουσίᾳ δείκνυται, καὶ οἷός τέ ἐστιν ἐνταῦθα τρίβειν οὐκ ἔξω καιροῦ, τῆς τε τῶν προτέρων μάλιστἀπολαύσας παρασκευῆς καὶ γόνιμος περὶ ταῦτοἴκοθεν οὐ πολλῶν δεύτερος. Καὶ ἠθικός ἐστι καὶ δογματικὸς εἰ δή τις καὶ ἄλλος τῶν ἀπὸ Πλάτωνος, καὶ νομίζει μὲν ἐνταῦθὡς ἄριστά τε καὶ κριτικώτατα, βακχεύει δἐν τούτοις ταῖς τῶν κρειττόνων καὶ ὑπὲρ τὴν φύσιν ἐποπτείαις καὶ τελεταῖς, καὶ συνοργιάζει τῇ περὶ τῶν ὄντων ἁπλότητι καὶ τῇ δεσποτείᾳ καὶ τοῖς ἡγεμονικοῖς τοῦ νοῦ μυστηρίοις. Ἀλλὰ μὴν ἔτι καὶ μαθηματικῶν εὑρέσεων ἐπιστημονικῶς εὖ μάλἔχει· καὶ πάντἔστι ταῦτα ἐξ ὧν καταλέλοιπε βιβλίων ἀσφαλῶς συλλογίζεσθαι. Καὶ πολυειδὴς ὢν οὕτω τὴν σοφίαν πᾶσιν ἀρκεῖ τῇ τῆς φύσεως εὐγενείᾳ μάλιστα καὶ τῷ κράτει τῷ συνεχεῖ τῆς μελέτης καὶ μονίμῳ τε καὶ φιλοπόνῳ τῆς ἀσκήσεως. Καὶ γάρ μοι καὶ συλλογιζομένῳ περὶ αὐτοῦ καὶ σφόδρἐπισκοπουμένῳ τὰ καταὐτὸν πράγματα δοκεῖ, καὶ ἴσως μὲν ξὺν λόγῳ, ἴσως δὲ μή, δοκεῖ δὅμως ἁνὴρ μὴ πολυμαθὴς εἶναί τις τὰ τῶν πρὸ αὐτοῦ, μηδἐνσχολάσαι πάνυ τοι τοῖς ἐκείνων, ὥσπερ καὶ ἄλλοι τινὲς οἶμαι τῶν εὐδοκιμούντων τῇ παιδείᾳ καὶ σπουδαίων ἀνδρῶν, καίτοι γε σχολῆς ἀπολαύσας ἐν βίῳ μάλιστεἰ δή τις καὶ ἄλλος καὶ πραγμάτων ἔξω ζωὴν ἀνύσας φιλοσόφῳ πρέπουσαν. Ἀλλὰ ταχύς ἐστιν, ἀλλἀγχίνους, ἀλλεὐφυὴς ἅπαντα τῆς σοφίας κάλλιστα καὶ παντοῖεἴδη, ἀλλἀπὀλίγης κτήσεως καὶ πόνων καὶ ἀσκήσεως, κατὰ φύσιν ἀνυσιμώτατος.  

 

 

Century: 
13th/14th c.