John Tzetzes, On Philosophy, Chilias 10, history 343, lines 590-599.

Full Title: 
Η ΛΕΓΟΥΣΑ ΤΟΥΣ ΤΗΝ ΟΝΤΩΣ—ΦΗΜΙ—ΦΙΛΟΣΟΦΙΑΝ ΑΣΚΟΥΝΤΑΣ
Text - Hyperlink: 

 

Η ΛΕΓΟΥΣΑ ΤΟΥΣ ΤΗΝ ΟΝΤΩΣ—ΦΗΜΙ—ΦΙΛΟΣΟΦΙΑΝ ΑΣΚΟΥΝΤΑΣ  

 

 

Φιλοσοφία μὲν ψευδὴς ἡ λόγοις ὀγκουμένη,  

ὄντως φιλοσοφία δε τῶν μοναστῶν τῶν ὄντως.

Αὕτη θανάτου μάθησις καὶ νέκρωσις σαρκίου

καὶ γνῶσις δὲ τῶν ἀληθῶς καὶ ὄντως ὄντων ὄντων,

καὶ τοῦ θεοῦ ὁμοίωσις, ὡς δυνατὸν ἀνθρώποις,

καὶ τῆς σοφίας καὶ θεοῦ καθέστηκε φιλία, 

τέχνη τεχνῶν καὶ ἐπιστήμη τῶν ἐπιστημῶν τε,

καὶ δὴ μεγίστη μουσική, ἰατρικὴ ψυχῶν τε,

ὅσοι τὲ ἄλλοι ὁρισμοὶ εἰσὶ φιλοσοφίας.

Τῇ ἄλλῃ γὰρ ἁρμόδιος οὐδεὶς ἐστὶ τῶν ὅρων.

 

Century: 
12th c.
Bibliographical Sources: 

 

P. L. M. Leone (ed.), Ioannis Tzetzae historiae, Naples,1968.