Symeon Syth, On Nature, Conspectus rerum naturalium, sections 59-61

Text - Hyperlink: 

 


 


Περὶ φύσεως.  

 Ἡ φύσις κατὰ Ἀριστοτέλην ἀρχὴ καὶ αἰτία πέφυκε τοῦ κινεῖσθαι καὶ ἠρεμεῖν ἐν ᾧ ὑπάρχει πρώτως καθ’αὑτὸ καὶ μὴ κατὰ συμβεβηκός. τινὲς δὲ προστεθήκασι τῷ ὁρισμῷ τούτῳ ζωή τις οὖσα ἤτοι δύναμις καταδεδυκυῖα διὰ τῶν σωμάτων διαπλαστικὴ αὐτῶν καὶ διοικητική. τὸ μὲν οὖν πρώτως προσέθηκεν Ἀριστοτέλης τῷ ὁρισμῷ ὅτι κινεῖ καὶ ἡ λογικὴ ψυχή, ἀλλ’ οὐ πρώτως, ἀλλὰ διὰ τῆς ἀλόγου. ἀλλ’ οὐδὲ ἡ ἄλογος πρώτως, ἀλλὰ τῷ τὴν φύσιν κινεῖν· αὕτη οὖν ἡ πρώτως κινοῦσα· ἡ γὰρ ὄρεξις κινεῖ τὰς φυσικὰς δυνάμεις. τὸ δὲ καθ’ αὑτὸ καὶ μὴ κατὰ συμβεβηκὸς εἶπε, διὰ τὸ μήτε τὸ πρώτως πάντως καθ’ αὑτὸ μήτε τὸ καθ’ αὑτὸ πάντως πρώτως. πρώτως ὑπάρχει, ἐπεὶ μὴ διὰ μέσου τινός—οὐ γὰρ κεχώρισται—, ἀλλ’ ἓν ἄμφω τῶ ὑποκειμένω. ἀλλὰ τῇ μὲν γῇ ἐστι καθ’ αὑτό, τῇ δὲ ἐσχηματισμένῃ κατὰ συμβεβηκός. πάλιν ἡ  βαρύτης ἐστὶ καὶ τῇ γῆ καὶ τῇ σαρκί, ἀλλὰ πρώτως μὲν τῇ γῇ, δευτέρως δὲ τῇ σαρκὶ διὰ τὴν τῆς γῆς ἐπικράτειαν. ἡ δὲ φύσις, καίτοι γε παράδοξα καὶ ἕνεκά του ποιοῦσα, ἄνους ἐστὶ καὶ διανοίας ἐκτός, τῇ θείᾳ ἑπομένη βουλήσει καὶ μὴ εἰδυῖα ἅπερ ἐργάζεται. ὥσπερ ὁ ἀράχνης τοὺς κύκλους ποιεῖ διαλογισμοῦ χωρὶς καὶ ἡ μέλισσα τὰ ἑξάγωνα σχήματα καὶ καθάπερ οἱ παῖδες πολλάκις ἀποστηθίζουσι συγγράμματά τινα καὶ λέγουσι ταῦτα, οὐκ οἴδασι δὲ τὴν τούτων ἔννοιαν ἢ τὴν τῶν λέξεων σημασίαν, οὕτω καὶ ἡ φύσις λαβοῦσα τοὺς δημιουργικοὺς λόγους παρὰ Θεοῦ οὐκ οἶδε τί ποιεῖ.  ὡρίσαντο δέ τινες ταύτην ὡς πέρας τῶν ἀσωμάτων δυνάμεων· τῆς τε ψυχῆς ὑπερκειμένης αὐτῆς καὶ τοῦ νοῦ καὶ τοῦ θείου διακόσμου. οὐκ ἀεὶ δὲ τοῦ τέλους ἐπιτυγχάνει, ἀλλ’ἐνίοτε διαμαρτάνει αὐτοῦ, ποτὲ μὲν ὑπερβολὰς ἀχρήστους ποιοῦσα, ὡς ἑξαδάκτυλά τινα καὶ δικέφαλα καὶ τὰ ὅμοια, ποτὲ δὲ ἐλλείπουσα κατὰ διάπλασιν, ὡς ὅταν τετραδάκτυλον ποιῇ ἢ ἄπουν ἢ ἄχειρα. καὶ δῆλον ἐκ τῶν τοιούτων ὡς ἐλλιπής ἐστι τὴν δύναμιν ἡ φύσις καὶ οὐκ αὐτή ἐστιν ἡ πρώτη δημιουργός, ὥς τινες ὑπέλαβον, ἀλλὰ χείρων καὶ  αὐτῆς τῆς ψυχῆς, χωρισθῆναι μὲν αὐτῆς δυναμένης τοῦ σώματος, τῆς δὲ φύσεως ἀεὶ τοῖς σώμασι συμπλεκομένης καὶ ἀχωρίστου τούτων οὔσης. 

 

 

 

 

Century: 
11th c.
Bibliographical Sources: 

 



A. Delatte (ed.), Anecdota Atheniensia et alia 2, Liège, Paris, 1939.