Michael Psellos, On Nature, Omnifaria Doctrina (Διδασκαλία Παντοδαπή), ch. 57

Full Title: 
On Nature, Τί ἐστι φύσις.
Text - Hyperlink: 

 


Τί ἐστι φύσις.

  Φύσις ἐστὶ δύναμις ὀφθαλμοῖς μὲν ἀθέατος, νῷ δὲ θεωρητή, τοῖς σώμασιν ἐγκατεσπαρμένη παρὰ θεοῦ, ἀρχὴ κινήσεως καὶ ἡρεμίας. αὕτη γάρ ἐστιν ἡ κινοῦσα τὰ φυσικὰ σώματα καὶ αὖθις ἠρεμεῖν ποιοῦσα. πάντα γὰρ τὰ σώματα, οἶον τὰ στοιχεῖα καὶ τὰ ἐκ τούτων συγκείμενα, εἰ καὶ ὑπὸ θεοῦ καὶ τὴν κίνησιν καὶ τὴν ἡσυχίαν ἔχει, ἀλλὰ προσεχῶς ὑπὸ φύσεως κινεῖται. πολλὰ μὲν γὰρ εἰσὶ τὰ κινοῦντα τὰ σώματα, πρῶτον ὁ θεός, εἶτα ὁ νοῦς, εἶτα ἡ ψυχή· ἀλλὰ τελευταῖον ἡ φύσις, ἥτις οἶον ὄργανόν ἐστι τοῦ θεοῦ. τὸν μὲν γὰρ ἄνθρωπον καὶ τὰ ἄλογα ζῶα κινεῖ καὶ ἡ ψυχὴ καὶ ἡ φύσις, τὰ δὲ σώματα καὶ τὰ ἁπλὰ καὶ τὰ σύνθετα μόνη ἡ φύσις κινεῖ καὶ πάλιν ἵστησι τῆς κινήσεως.

Century: 
11th c.
Bibliographical Sources: 

 


L. G. Westerink (ed), Michael Psellus, De omnifaria doctrina, 1948, ch. 57.