Michael Psellos, On Time, Οmnifaria Doctrina (Διδασκαλία Παντοδαπή), ch. 102.

Full Title: 
On Time, Περὶ χρόνου
Text - Hyperlink: 

 

Περὶ χρόνου.

   χρόνος ἀνθρωπίνης ἐπινοίας ἐστὶ νόημά τε καὶ ὄνομα. ἐπειδὴ γὰρ τὰ μὲν αἰώνια ἀεὶ ὄντα ἐστὶ καὶ ἀκίνητα, τὰ δὑπὸ κίνησιν ῥέοντα καὶ φθειρόμενα, αὐτὸ δὴ τὸ μέτρον τῆς κινήσεως χρόνον ὠνόμασαν οἱ φιλόσοφοι. οὐδὲ γὰρ αὐθύπαρκτον πρᾶγμα ὁ χρόνος ἐστίν, οὐδὲ σῶμα φαινόμενον, οὐδὲ ἀσώματός τις ὑπόστασις,  σπερ ἡ φύσις καὶ ἡ ψυχὴ καὶ ὁ νοῦς, ἀλλὰ πρᾶγμα ἐν ἐπινοίᾳ μόνῃ κείμενον. ἡ τοίνυν ψυχὴ ἑνωθεῖσα μὲν τῷ κρείττονι ἐν τῷ ἑστῶτι αἰῶνι ἐστίν, ἀφειμένη δὲ τοῦ αἰῶνος καὶ περί τι πρᾶγμα τῆς γενέσεως κινηθεῖσα χώραν τῷ χρόνῳ δίδωσιν. οὐδὲν οὖν ἕτερον ἐστὶν ὁ χρόνος ἢ μέτρον κινήσεως. 

 

 

 

 

Century: 
11th c.
Bibliographical Sources: 

L. G. Westerink (ed), Michael Psellus, De omnifaria doctrina, 1948, ch. 102.