Gregory of Nazianzus, On the World (Carm. Dogm. 4)
Περὶ κόσμου.
Εἰ δ’ ἄγε καὶ μεγάλοιο Θεοῦ κτίσιν ὑμνείωμεν,
Δόξαις ψευδομένῃσιν ἐναντία δηριόωντες.
Εἷς Θεός· ὕλη δ’ αὖτε καὶ εἴδεα μῦθος ἀφαυρὸς,
Ἑλλήνων πινυτοῖσι νοούμενα ὡς συνάναρχα.
Τῶν μὲν ὅσα πλάσσουσι θεοὺς μορφώματα σεπτὰ,
Οὐκ ἔσαν, ἀλλὰ γένοντο, Θεοῦ μεγάλοιο θέλοντος.
Τίς δ’ ὕλην ποτ’ ὄπωπεν ἀνείδεον, ἢ τίς ἄϋλον
Μορφὴν, καὶ μάλα πολλὰ νόου στροφάλιγξι μογήσας;
Οὐδὲ γὰρ ἄχροον εὗρον ἐγὼ δέμας, ἤ τιν’ ἄσωμον
Χροιήν. Τίς διέκρινεν ἃ μὴ φύσις, εἰς ἓν ἄγουσα;
Ἀλλ’ ἔμπης τέμνωμεν· ἄθρει δέ μοι, εἰ μὲν ἄμικτα
Πάμπαν ἔην, πῶς εἰς ἓν ἐλήλυθεν, ἢ τίς ὁ κόσμος
Ἕστακεν ἄνδιχα πάντα διαμπερές; Εἰ δ’ ἐπίμικτα,
Πῶς μίχθη; τίς ἔμιξε Θεοῦ δίχα; εἰ δὲ κεραστὴς
Ἔστι Θεὸς, τοῦτον καὶ κτίστορα δέχνυσο πάντων.
Εἶδος καὶ κεραμεὺς πηλῷ βάλε κύκλον ἑλίσσων,
Χρυσῷ χρυσοχόος, λαοξόος οἷσι λίθοισι.
Δὸς πλέον ἡμετέρης τι Θεῷ φρενὸς, ὦ φιλάναρχε.
Ὕλη τὸ πλέον ἐστὶ σὺν εἴδεσι κινυμένοισι.
Νώσατο, καὶ τὰ γένοντο ἐνείδεα· θεία νόησις,
Ἡ πάντων γενέτειρα πολύπλοκος. Οὐ γὰρ ἔοικε
Ζωγράφον ὥς τιν’ ἐοικὸς ἀπ’ εἴδεος εἶδος ἐγείρειν
Δερκόμενον προπάροιθε τὰ μὴ νόος ἔγραφεν οἶος.
Καὶ σὺ, Μανιχαίοιο κακὸν σκότος, οὐ πάρος ἦες
Ἀκροτάτοιο φάους ἀντίθρονον. Εἰ Θεὸς ἦεν,
Οὐ σκότος. Οὐ γὰρ ἔοικε Θεῷ κακὸν ἀντιφερίζειν.
Εἰ σκότος, οὐ Θεὸν οἶδας. Ὁμοφρονέειν μὲν ἄκοσμον·
Μαρναμένων δὲ, τὸ κάρτος ἀρείονος. Ἰσοπαλεῖς δὲ,
Τίς τρίτος εἰς ἓν ἄγων σοφίῃ καὶ νείκεα λύων;
Καὶ τόδε θαῦμα μέγιστον, ἐπεὶ μόθον αἰνὸν ἐγείρεις,
Αὖθις ὁμοφρονέοντα τιθεὶς, ἐπελήσαο χάρμης.
Ψυχὴ καὶ δέμας εἰμί. Τὸ μὲν θεότητος ἀποῤῥὼξ
Φωτὸς ἀπειρεσίοιο· τὸ δὲ σκοτίης ἀπὸ ῥίζης
Σοὶ πλάσθη. Τὰ δὲ πολλὸν ἀπόπροθεν εἰς ἓν ἄγειρας·
Εἰ ξυνὴ φύσις εἰμὶ, λύω μόθον. Εἰ μόθος αἰνὸς,
Ἔμπεδος, οὐκέτ’ ἐγὼ πλεκτὴ φύσις ἀμφοτέρωθεν.
Οὐ γὰρ μαρναμένων ξυνὸς γόνος, ἀλλὰ φιλεύντων.
Τοῖος μὲν κραδίης τῆς σῆς ζόφος. Αὐτὰρ ἔμοιγε
Εἷς Θεός ἐστιν ἄναρχος, ἀδήριτος, ἓν φάος ἐσθλὸν,
Ἁπλῶν τε πλεκτῶν τε νοῶν σθένος ὑψιθεόντων,
Οὐρανίων χθονίων τε· τὸ δὲ σκότος ὕστατον ἦλθεν,
Οὐ φύσις ἑστηκυῖα περίγραφος, ἡμετέρη δὲ
Τοῦτο πέλει κακίη. Κακίη δέ τε λῦσις ἐφετμῆς,
Ὡς νὺξ ἠελίοιο δύσις, νεότητος ἀφαυρὸν
Γῆρας. Χεῖμα δ’ ἔνεγκεν ἄνω δρόμος ἠελίοιο
Φρικτόν. Ὁ μὲν πρώτιστος ἐν οὐρανίοις φαέεσσιν
ᾟς ὑπεροπλίῃσι φάος καὶ κῦδος ὀλέσσας,
Αἰὲν ἀπεχθαίρει μερόπων γένος. Ἐκ δ’ ἄρ’ ἐκείνου
Γεύσατο καὶ κακίης πρῶτος βροτὸς ἀνδροφόνοιο,
Καὶ θανάτου, ῥιπίσαντος ἐμοὶ φλόγα οἷσι δόλοισιν.
Ἥδε μὲν ὀψιγόνοιο κακοῦ φύσις, ἧς περ ἐκεῖνος
Ἔστι πατήρ. Λώβη μὲν ἰὸς κρατεροῖο σιδήρου·
Λώβην δ’ αὐτοδάϊκτος ἐγὼ κακίην ἐφύτευσα,
Ἑσπόμενος φθονεροῖο παλαίσμασιν ἣν διὰ μῆτιν.
Κόσμε, σὺ δ’ εἰ μὲν ἔης τῆμος Τριὰς, ἐγγὺς ἀνάρχου
Κύδεϊ. πῶς δέ σε τόσσον ἀπόπροθι φῶτες ἔθηκαν
Χριστοφόροι, θείων τε δαήμονες, ὥστε μετρεῖσθαι
Οὐ μάλα πολλὸν ἀριθμὸν ἑλισσομένων ἐνιαυτῶν,
Ἐξότε πῆξε μέγας σε Θεοῦ Λόγος; Εἰ δ’ ἄρ’ ἔπειτα
Πήχθης, φραζώμεσθα τί κίννυτο θεία νόησις
(Οὐδὲ γάρ ἐστιν ἄπρηκτος ἐμοὶ Θεὸς, οὐδ’ ἀτέλεστος),
Πρὶν τόδε πᾶν στῆναί τε καὶ εἴδεσι κοσμηθῆναι.
Πρὶν τόδε πᾶν στῆναί τε καὶ εἴδεσι κοσμηθῆναι.
Αἰῶσιν κενεοῖσιν ὑπέρτατος ἐμβασιλεύων,
Κίννυτο κάλλεος οἷο φίλην θηεύμενος αἴγλην,
Τρισσοφαοῦς Θεότητος ὁμὸν σέλας ἰσοφέριστον,
Ὡς μούνῃ Θεότητι, καὶ ὧν Θεὸς, ἔστ’ ἀρίδηλον.
Κίννυτο καὶ κόσμοιο τύπους οὓς στήσατο λεύσσων
Οἷσιν ἐνὶ μεγάλοισι νοήμασι κοσμογόνος νοῦς
Ἐσσομένου μετέπειτα, Θεῷ δέ τε καὶ παρεόντος.
Πάντα Θεῷ προπάροιθεν, ἅτ’ ἔσσεται, ὅσσ’ ἐγένοντο,
Ὅσσα τε νῦν παρέασιν. Ἐμοὶ χρόνος ὧδε κέασσε,
Πρόσθε τὰ μὲν, τὰ δ’ ὄπισθε· Θεῷ δέ τε εἰς ἓν ἅπαντα,
Καὶ μεγάλης Θεότητος ἐν ἀγκοίνῃσι κρατεῖται.
Τοὔνεκεν ὅσσον ἔτετμεν ἐμὸς νόος εἰσαΐοιτε.
Νοῦς ὤδινεν ἅπαντα, ῥάγη δ’ εἰς ὕστερον ὠδὶς,
Ὥριος, εὖτε Θεοῖο μέγας Λόγος ἐξεκάλυψεν.
Ἤθελε μὲν νοερὰν στῆναι φύσιν, οὐρανίην τε
Καὶ χθονίην, πρώτοιο διαυγέα φωτὸς ἔσοπτρα,
Τὴν μὲν ἄνω στίλβουσαν, ὑποδρήστειραν ἄνακτος,
Πλησιφαῆ, μεγάλην, τὴν δ’ ἐνθάδε κῦδος ἔχουσαν,
Πηγάζων θεότητα, ὅπως πλεόνεσσιν ἀνάσσῃ
Οὐρανίοις, πλεόνων τε πέλῃ φάος ὀλβιόδωρον.
Ἥδε γάρ ἐστιν ἄνακτος ἐμοῦ φύσις ὄλβον ὀπάζειν.
Ὄφρα δὲ μὴ πελάουσα Θεῷ κτίσις ἀντιθέοιο
Κύδεος ἱμείρουσα, φάος καὶ κῦδος ὀλέσσῃ
(Μέτρα φέρειν γὰρ ἄριστον, ἀμετρίη δὲ κάκιστον),
Τοὔνεκεν ἐσσομένοισι φίλα φρονέων Λόγος αἰπὺς
Τῆλε βάλε Τριάδος μὲν ὅσον φάος ἀμφιθόωκον,
Ἀγγελικῶν τε χορῶν βροτέην φύσιν, ἀγγελικὴν μὲν
Οὐ μάλα πολλὸν ἄνευθε παραστάτιν, ἡμετέρην δὲ
Καὶ μάλα πολλὸν ἄνευθεν, ἐπεὶ χθονὸς ἐκγενόμεσθα
Μιχθείσης Θεότητι· ἁπλῆ δέ τε φύσις ἀρείων.
Κόσμων δ’ ὃς μὲν ἔην προγενέστερος οὐρανὸς ἄλλος,
Θειοφόρων χώρημα, μόνοις τε νόεσσι θεητὸν,
Παμφαὲς, εἰς ὃν ἔπειτα Θεοῦ βροτὸς ἔνθεν ὁδεύει,
Εὖτε Θεὸς τελέθῃσι, νόον καὶ σάρκα καθήρας·
Αὐτὰρ ὅ γε θνητοῖσι πάγη θνατὸς, ἡνίκ’ ἔμελλε
Στήσεσθαι φαέων τε χάρις κῆρύξ τε Θεοῖο,
Κάλλεΐ τε μεγέθει τε, καὶ εἰκόνος ἐμβασίλευμα·
Πρῶτος δ’ ὑστάτιός τε Θεοῦ μεγάλοιο λόγοισι