John Philoponos, Commentary On the De anima of Aristotle, pp. 56. 34 - 58. 23

Full Title: 
In Aristotelis libros de anima commentaria
Text - Hyperlink: 

 

 

οὕτω μὲν οὖν ὁ φυσικὸς πάντων τῶν φυσικῶν ἀποδίδωσι καὶ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὸ αἴτιον, καὶ διὰ τοῦτο τὸν ὁρισμὸν ἀποδίδωσιν ἐκ τῆς ὕλης καὶ τοῦ εἴδους καὶ τῆς αἰτίας δι’ ἥν ἐστι τὸ εἶδος ἐν τῇ ὕλῃ.

  Ὁ δὲ κατὰ μέρος τεχνίτης ἔχει μὲν καὶ αὐτὸς περὶ πάντα ταῦτα, διαφέρει δὲ τοῦ φυσικοῦ, ὅτι περὶ μερικόν τι καταγίνεται πρᾶγμα, οἷον ὁ ἰατρὸς περὶ τὰ ἀνθρώπινα σώματα, ὁ τέκτων περὶ λίθους καὶ ξύλα. ἀποδώσει δὲ καὶ οὗτος τὸν ὁρισμὸν περιλαμβάνων καὶ τὴν ὕλην καὶ τὸ εἶδος καὶ τὴν αἰτίαν. διαφέρει δὲ καὶ ταύτῃ τοῦ φυσικοῦ, ὅτι ὁ μὲν κατὰ μέρος τεχνίτης τὰς προσεχεῖς αἰτίας ἀποδίδωσι μόνας, ὁ δὲ φυσικὸς καὶ τὰς πρώτας, οἷον αἰτιάσεται τῆς γενέσεως καὶ φθορᾶς ὁ ἰατρὸς τὴν συμμετρίαν τῶν χυμῶν καὶ τῆς τούτων συμμετρίας τὰ στοιχεῖα, ὁ δὲ φυσικὸς καὶ ἐπέκεινα χωρήσει καὶ ἐπὶ τὴν ὕλην καὶ τὸ εἶδος. δεῖ γὰρ καὶ τὸν κατὰ μέρος τεχνίτην εἰδέναι καὶ τὴν αἰτίαν. “ἐγὼ γάρ”, ὁ Πλάτων φησίν, “τέχνην οὐ καλῶ ὃ ἂν ᾖ ἄλογον πρᾶγμα”.

  Ὁ δὲ διαλεκτικὸς ἀποδώσει τοὺς ὁρισμοὺς ἔκ τε τοῦ εἴδους καὶ τῆς αἰτίας· περὶ ταῦτα γὰρ καταγίνεται· καὶ ταύτην οὐχ ὡς αἰτίαν σκοπῶν,  ἀλλ’ ἁπλῶς ὡς πρᾶγμά τι ἢ εἶδος, οἷον ὅτι ὁ θυμὸς ὄρεξίς ἐστιν ἀντιλυπήσεως. ἐνταῦθα οὐδαμοῦ τῆς οὐσίας τοῦ θυμοῦ ἔννοιαν ἡμῖν δέδωκεν, ἀλλὰ μόνην τὴν αἰτίαν εἶπε δι’ ἥν ἐστιν· ἵνα γὰρ ἀντιλυπήσῃ τὸν προλυπήσαντα· καὶ διὰ τοῦτο κενὸν αὐτόν φησιν εἶναι, διότι τοῦ πράγματος οὐκ ἐφάπτεται. ὅτι δὲ καὶ τὴν αἰτίαν λέγων οὐχ ὡς αἰτίαν αὐτὴν ἀποδίδωσιν  ἀλλ’ ἁπλῶς ὡς πρᾶγμά τι, δῆλον ἐξ ὧν τοῦ αἰτιατοῦ οὐκ ἐμνήσθη. αἰτιατὸν δὲ τῆς ὀρέξεως ἡ ζέσις τοῦ περικαρδίου αἵματος· ἐπειδὴ γὰρ βούλεται ἀντιλυπῆσαι, διὰ τοῦτο κινεῖ τὸ περικάρδιον αἷμα. ὥστε εἰ ὁ μὲν διαλεκτικὸς ὁρισμὸς τὸ αἴτιον λέγων οὐ μέμνηται τοῦ αἰτιατοῦ, πᾶσα δὲ ἀνάγκη τὸν περὶ τοῦ αἰτίου διαλεγόμενον καὶ τοῦ αἰτιατοῦ μνησθῆναι (ταῦτα γὰρ τῶν πρός τι), δῆλον ἄρα ὅτι οὐχ ὡς αἰτίας μέμνηται τῆς αἰτίας, ἀλλ’ ὡς εἶπον ὡς πράγματος.  

  Ὁ δὲ μαθηματικὸς καὶ αὐτὸς καταγίνεται περὶ τὰ εἴδη τὰ ἀχώριστα τῆς ὕλης, οὐ πάντα ἀλλ’ ὅσα δυνατὰ τῇ ἐπινοίᾳ χωρίζεσθαι. ταῦτα δ’ ἐστὶ τὰ καλούμενα κοινὰ αἰσθητά, οἷον μεγέθη καὶ σχήματα. σαρκὸς γὰρ ἐστὶ τὰ καλούμενα κοινὰ αἰσθητά, οἷον μεγέθη καὶ σχήματα. σαρκὸς γὰρ εἶδος καὶ ὀστοῦ καὶ τῶν τοιούτων οὐδὲ κατ’ ἐπίνοιαν χωρισθῆναι τῆς ὕλης δύναται· τὸ γὰρ μαλθακὸν καὶ ὑγρὸν καὶ ἐρυθρὸν καὶ ἐξ ὧν ἄλλων εἰδοποιεῖται ἡ σὰρξ ἅμα τῷ νοηθῆναι συνεπινοουμένην ἔχει τὴν οἰκείαν ὕλην, ἀφαιρουμένης δὲ τῆς ὕλης καὶ αὐτὰ συναφῄρηται. ἀποδίδωσιν οὖν ὁ μαθηματικὸς τῶν καθ’ αὑτὰ τῶν εἰδῶν τῶν ἐξ ἀφαιρέσεως τοὺς ὁρισμοὺς οὐχ ὑπολογιζόμενος ὕλην, ἀλλ’ αὐτὰ καθ’ αὑτὰ ἀποδιδούς. διὸ οὐδὲ τῆς αἰτίας ἐν τῷ ὁρισμῷ μέμνηται· εἰ γὰρ καὶ τὴν αἰτίαν ὡρίζετο, πάντως ἂν καὶ τὴν ὕλην παρελάμβανεν· ἐπειδὴ οὖν οὐ διαλέγεται περὶ ὕλης, διὰ τοῦτο οὐδὲ τῆς αἰτίας μεμνήσεται· οἷον τί ἐστι τρίγωνον; σχῆμα ὑπὸ τριῶν εὐθειῶν περιεχόμενον· τί ἐστι κύκλος; σχῆμα ὑπὸ μιᾶς γραμμῆς περιεχόμενον. ἐν τούτοις οὔτε ὕλης ἐμνήσθη καὶ διὰ τοῦτο οὐδὲ αἰτίας, δι’ ἣν ἐν τῇδε τῇ ὕλῃ τόδε τὸ εἶδός ἐστιν· ἀλλ’ ἐὰν ἄρα, τῶν συμπτωμάτων τῶν καθ’ αὑτὰ συμβαινόντων τοῖς σχήμασι τούτων τὰς αἰτίας ἀποδώσει, οἷον  διὰ τί τὸ τρίγωνον δύο ὀρθαῖς ἴσας ἔχει.  

  Ὁ δὲ πρῶτος φιλόσοφος περὶ τῶν πάντῃ χωριστῶν τῆς ὕλης εἰδῶν διαλέξεται. τῶν γὰρ εἰδῶν τῶν ἐνύλων εἰσὶ καὶ ἐν τῇ ψυχῇ τῇ ἡμετέρᾳ λόγοι, εἰσὶ δὲ καὶ ἐξῃρημένοι ἐν τῷ δημιουργικῷ νῷ. καὶ τῶν ἐν τῇ ψυχῇ οἱ μέν εἰσι διαστατοὶ οἱ ἐν τῇ φαντασίᾳ, οἱ δὲ ἀμερεῖς καὶ ἀδιάστατοι οἱ ἐν τῷ λογικῷ μέρει τῆς ψυχῆς. ὁ μὲν οὖν γεωμέτρης περὶ τῶν ἐν τῇ φαντασίᾳ διαλέγεται διαστατῶν εἰδῶν· ὡς γὰρ ἀβακίῳ κέχρηται τῇ φαντασίᾳ μεριστῶς ἐνεργῶν καὶ διαστήματα ἀναμετρῶν καὶ τέμνων· ὁ μέντοι πρῶτος φιλόσοφος διαλέξεται περὶ τῶν εἰδῶν τῶν τε ἐν τῷ λογικῷ μέρει τῆς ψυχῆς καὶ τῶν δημιουργικῶν. διαφέρουσι δὲ οὗτοι, ὅτι οἱ μὲν  ἐν τῇ ψυχῇ εἰκόνες εἰσὶ τῶν πρώτων καὶ τῶν πραγμάτων γνωστικοί, οἱ δὲ ἕτεροι ἀρχέτυποί εἰσι καὶ ποιητικοί. περὶ μὲν οὖν τῶν δημιουργικῶν διαλεγόμενος ὡς θεωρητικὸς ἐνεργήσει, περὶ δὲ τῶν ἐν τῇ ψυχῇ ὡς καθαρτικός· καθαρτικῶς γὰρ ἐνεργεῖ, ὅταν ἐπιστρέφῃ πρὸς ἑαυτὸν καὶ γινώσκῃ τὴν οὐσίαν τῆς ψυχῆς· τότε γὰρ κατ’ ἐπιστήμην ὄντως ἡ κάθαρσις καὶ τῶν παθῶν καὶ τῆς ἀγνοίας. τὴν δὲ οὐσίαν γινώσκων τῆς ψυχῆς εἴσεται ὅτι τῶν εἰδῶν ἔστι πλήρωμα, καὶ διὰ τοῦτο τὰς μαθήσεις ἐρεῖ ἀναμνήσεις ὅτι τῶν εἰδῶν ἔστι πλήρωμα, καὶ διὰ τοῦτο τὰς μαθήσεις ἐρεῖ ἀναμνήσεις εἶναι.

 

Century: 
6th c.
Bibliographical Sources: 

M. Hayduck (ed.), Ioannis Philoponi in Aristotelis de anima libros commentaria [Commentaria in Aristotelem Graeca 15], Berlin, 1897.