Nemesios of Emesa, On the Nature of Man, pp. 15.3 - 16.1

Full Title: 
On the Nature of Man
Text - Hyperlink: 

 

τίς οὖν ἀξίως θαυμάσειε τὴν εὐγένειαν τούτου τοῦ ζῴου τοῦ συνδέοντος ἐν ἑαυτῷ τὰ θνητὰ τοῖς ἀθανάτοις καὶ τὰ λογικὰ τοῖς ἀλόγοις συνάπτοντος, τοῦ φέροντος ἐν τῇ καθ’ ἑαυτὸν φύσει τῆς πάσης κτίσεως τὴν εἰκόνα, δι’ ἃ καὶ μικρὸς κόσμος εἴρηται, τοῦ τοσαύτης ἠξιωμένου παρὰ τοῦ θεοῦ προνοίας, δι’ ὃ πάντα καὶ τὰ νῦν καὶ τὰ μέλλοντα, δι’ ὃ καὶ θεὸς ἄνθρωπος γέγονε, τοῦ λήγοντος εἰς ἀφθαρσίαν καὶ τὸ θνητὸν διαφεύγοντος; οὐρανῶν βασιλεύει, κατ’ εἰκόνα καὶ ὁμοίωσιν θεοῦ γεγονὸς Χριστῷ συνδιάγει, θεοῦ τέκνον ἐστί, πάσης ἀρχῆς καὶ ἐξουσίας προκάθηται. τίς δ’ ἂν ἐξειπεῖν δύναιτο τὰ τούτου τοῦ ζῴου πλεονεκτήματα; πελάγη διαβαίνει, οὐρανὸν ἐμβατεύει τῇ θεωρίᾳ, ἀστέρων κινήσεις καὶ διαστήματα καὶ μέτρα κατανοεῖ, γῆν καρποῦται καὶ θάλασσαν, θηρίων καὶ κητῶν καταφρονεῖ, πᾶσαν ἐπιστήμην καὶ τέχνην καὶ μέθοδον κατορθοῖ, ὑπερόριον διὰ τῶν γραμμάτων οἷς βούλεται προσομιλεῖ, μηδὲν ὑπὸ τοῦ σώματος ἐμποδιζόμενον προφητεύει τὰ μέλλοντα, πάντων ἄρχει, πάντων κρατεῖ, πάντων ἀπολαύει, ἀγγέλοις καὶ θεῷ διαλέγεται, τῇ κτίσει κελεύει, δαίμοσιν ἐπιτάττει, τὴν τῶν ὄντων φύσιν ἐρευνᾷ, θεὸν περιεργάζεται, οἶκος καὶ ναὸς γίνεται θεοῦ· καὶ ταῦτα πάντα τῶν ἀρετῶν ὠνεῖται καὶ τῆς εὐσεβείας. ἀλλ’ ἵνα μὴ δόξωμέν τισιν ἀπειροκάλως ἀνθρώπου γράφειν ἐγκώμιον καὶ μὴ μόνον τὴν φύσιν ἐκτίθεσθαι καθὰ προεθέμεθα, αὐτοῦ που καταπαύσωμεν τὸν λόγον, εἰ καὶ τὰ μάλιστα τὰ τῆς φύσεως πλεονεκτήματα λέγοντες τὴν φύσιν αὐτὴν διηγούμεθα. εἰδότες οὖν, ὅσης εὐγενείας μετειλήφαμεν καὶ ὅτι φυτόν ἐσμεν οὐράνιον… […]. 

 

Year: 
4th-5th c.
Bibliographical Sources: 

 

 

M. Morani (ed), Nemesii Emeseni de natura hominis, Leipzig, 1987.