Maximus Planudes, Translation of the Dream of Scipion written by Cicero

Text - Hyperlink: 

 

Ἀλλοὕτως, Σκιπίων, ὥσπερ ὅδε σοι πάππος, καὶ γεννησάμενός σε ἐγώ, τὴν δικαιοσύνην τίμα καὶ τὴν εὐσέβειαν, μεγάλη περί τε τοὺς γονεῖς καὶ τοὺς καθαἷμα προσήκοντας οὖσα μεγίστη περὶ τὴν πατρίδα καθίσταται. Ἥδε κατὰ τὸν οὐρανόν ἐστιν ζωὴ καὶ τοῦτο τὸ σύστημα τῶν ἤδη βεβιωκότων, οἳ τοῦ σώματος ἀφειμένοι, ὃν βλέπεις οἰκοῦσι χῶρον ἐκεῖνον (ἦν δοὗτος λαμπροτάτου λευκώματος μεταξὺ τῶν σελαγούντων πυρῶν κύκλος) ὃν ὑμεῖς, ὡς παρελάβετε παρὰ τῶν Ἑλλήνων, κύκλον ὀνομάζετε γαλαξίαν· ἐξ οὗ κατανοοῦντι πάντα λαμπρὰ τἆλλα καὶ θαυμαστά μοι ἐδόκει. Ἦσαν δ’ οὗτοι ἀστέρες, οὓς οὐκ ἔστιν ὅτε ἐκ τοῦδε τοῦ τόπου ἐθεασάμεθα καὶ ταῦτα τὰ μεγέθη πάντων οἷα εἶναι οὐδέποτε ὑπωπτεύσαμεν, ὧν ἥδε ἦν ἐλαχίστη, ἥτις ἐσχάτη μὲν ἐξ οὐρανοῦ, ἐγγυτάτω δὲ τῆς γῆς φωτὶ διέλαμπεν ἀλλοτρίῳ. Τὸ δὲ τῶν ἀστέρων σφαίρωμα τοῦ τῆς γῆς μεγέθους εὐχερῶς ὑπερεῖχε. Καὶ γὰρ αὐτὴ ἡ γῆ οὕτω μοι μικρὰ ἔδοξεν εἶναι, ὥστε καὶ ἐπὶ τῇ ἡμετέρᾳ ἀρχῇ αἰσχύνεσθαι, δι’ ἧς οἱονεί τινι στιγμῇ τῆς γῆς ἐφαπτόμεθα.