Origen,
Text - Hyperlink:
Βιβλίον Θεοῦ ἐστιν ἡ θεωρία σωμάτων καὶ ἀσωμάτων, ἐν ᾧ πέφυκε διὰ τῆς γνώσεως γράφεσθαι νοῦς καθαρός. Ἐν δὲ τούτῳ τῷ βιβλίῳ εἰσὶ γεγραμμένοι καὶ οἱ περὶ προνοίας λόγοι καὶ κρίσεως, δι’οὗ βιβλίου γινώσκεται ὁ Θεὸς, ὡς δημιουργὸς καὶ σοφὸς καὶ προνοητὴς καὶ κριτής· δημιουργὸς μὲν, διὰ τὰ γεγονότα ἀπὸ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι· σοφὸς δὲ, διὰ τοὺς ἀποκειμένους λόγους αὐτοῖς· προνοητὴς δὲ, διὰ τὰ συντελοῦντα πρὸς ἀρετὴν ἡμῖν καὶ γνῶσιν· κριτὴς δὲ πάλιν, διὰ τὸ διάφορα σώματα τῶν λογικῶν καὶ τοὺς ποικίλους κόσμους καὶ τοὺς περιέχοντας τοὺς αἰῶνας.
Type of Source: