Physiologus, On the lion, p. 1. 1-34.
Περὶ τοῦ λέοντος.
Ἀρξόμεθα λαλῆσαι περὶ τοῦ λέοντος͵ τοῦ βασιλέως τῶν θηρίων [ἤτοι ζῴων]. Καὶ γὰρ ὁ Ἰακώβ͵ εὐλογῶν τὸν Ἰούδα͵ ἔλεγε· σκύμνος λέοντος Ἰούδα͵ ἐκ βλαστοῦ͵ υἱέ μου͵ ἀνέβης· καὶ τὰ ἑξῆς.
Ὁ Φυσιολόγος ἔλεξε περὶ τοῦ λέοντος͵ ὅτι τρεῖς φύσεις ἔχει.
πρώτη αὐτοῦ φύσις ἐστὶν αὕτη· ὅταν περιπατῇ ἐν τῷ ὄρει καὶ ἔρχηται αὐτῷ ὀσμὴ τῶν κυνηγῶν͵ τῇ οὐρᾷ αὑτοῦ συγκαλύπτει αὑτοῦ τὰ ἴχνη͵ ἵνα μὴ ἀκολουθοῦντες τοῖς ἴχνεσιν αὐτοῦ οἱ κυνηγοὶ εὕρωσιν αὐτοῦ τὴν μάνδραν καὶ κρατήσωσιν εἰς τὴν μήτραν τῆς ἁγίας παρθένου Μαρίας͵ ὅπως σώσῃ τὸ πεπλανημένον γένος τῶν ἀνθρώπων͵ καὶ ὁ Λόγος σὰρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν. ἐκ τούτου οὖν ἀγνοοῦντες αὐτὸν οἱ ἄνωθεν κατελθόντες͵ ἔλεγον· τίς ἐστιν οὗτος ὁ βασιλεὺς τῆς δόξης; εἶτα τὸ ἅγιον Πνεῦμα λέγει· Κύριος τῶν δυνάμεων͵ αὐτός ἐστιν ὁ βασιλεὺς τῆς δόξης.
Δευτέρα φύσις τοῦ λέοντος. ὅταν καθεύδῃ ὁ λέων ἐν τῷ σπηλαίῳ͵ ἀγρυπνοῦσιν αὐτοῦ οἱ ὀφθαλμοί· ἀνεῳγμένοι γάρ εἰσι. καὶ ἐν τοῖς ῎αισμασιν ὁ Σολομὼν μαρτυρεῖ λέγων· ἐγὼ καθεύδω͵ καὶ ἡ καρδία μου ἀγρυπνεῖ. Οὕτω καὶ τὸ μὲν σῶμα τοῦ Κυρίου μου καθεύδει ἐπὶ τοῦ σταυροῦ͵ ἡ δὲ θεότης αὐτοῦ ἐκ δεξιῶν τοῦ Θεοῦ καὶ Πατρὸς ἀγρυπνεῖ· οὐ γὰρ νυστάξει οὐδὲ ὑπνώσει ὁ φυλάσσων τὸν Ἰσραήλ. Τρίτη φύσις τοῦ λέοντος. ὅταν ἡ λέαινα γεννᾷ τὸν σκύμνον͵ νεκρὸν αὐτὸν γεννᾷ͵ καὶ περιτηρεῖ τὸ τέκνον͵ ἕως οὗ ὁ πατὴρ ἐλθὼν τῇ τρίτῃ ἡμέρᾳ͵ ἐμφυσήσει αὐτῷ εἰς τὸ πρόσωπον͵ καὶ ἐγερεῖ αὐτόν. Οὕτω καὶ ὁ Θεὸς ἡμῶν ὁ παντοκράτωρ͵ ὁ Πατὴρ τῶν ὅλων͵ τῇ τρίτῃ ἡμέρᾳ ἐξήγειρε τὸν πρωτότοκον υἱὸν αὑτοῦ τὸν πρὸ πάσης κτίσεως͵ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐκ τῶν νεκρῶν͵ [ὅπως σώσῃ τὸ πεπλα νημένον γένος τῶν ἀνθρώπων]. Καλῶς οὖν ὁ Ἰακὼβ ἔλεγεν· ἀναπεσὼν ἐκοιμήθη ὡς λέων καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;
Attachment | Size |
---|---|
Physiologus.jpg | 151.58 KB |