Theodoret of Cyr, Ten Orations on the Divine Providence, P.G. 83, col. 624 A-C.
ΛΟΓΟΣ Ε.
Ἀπόδειξις ἐκ τῆς τῶν ἀλόγων ζώων ὑποταγῆς.
Ὅση τοῦ Ποιητοῦ τῶν ὅλων ἡ περὶ τὴν ἡμετέραν φύσιν κηδεμονία͵ ὑμεῖς μὲν ἴστε σαφῶς͵ ὦ φίλοι καὶ θιασῶται͵ καὶ τῆς τῶν λόγων διδασκαλίας οὐ δεῖσθε. Τὰς γὰρ πηγὰς τῶν εὐεργεσιῶν διηνεκῶς ἐκεῖθεν δεχόμενοι͵ εἰς δύναμιν τῷ χορηγῷ τὸν ὕμνον προσφέρετε. Ἐπειδὴ δέ τινες πολλὴν ἀναλγησίαν νοσοῦντες͵ τῶν θείων οὐκ ἐπαισθάνονται δωρεῶν͵ ἀλλὰ τοῖς θεοσδότοις ἀγαθοῖς ἐντρυφῶντες͵ ἀχαρίστους κατὰ τοῦ πεποιηκότος φωνὰς ἐρυγγάνουσιν͵ ἀναγκαίως ὁ λόγος͵ καὶ τὴν κτίσιν σὺν τάχει πολλῷ περινοστήσας͵ καὶ τὴν φύσιν τὴν ἀνθρωπείαν εἰς μέσον παραγαγὼν͵ ὑπέδειξεν ἐν προφαινομένην. Καὶ τεχνῶν δὲ ὀλίγων τὴν σοφίαν ὁμοῦ καὶ τὴν χρείαν δήλην πεποίηκεν͵ ὧν ὁ νοῦς ὁ ἀνθρώπειος εὑρετὴς ἐγένετο. Τὰς δὲ͵ φιλοτιμίας ἕνεκεν καὶ τρυφῆς εὑρημένας͵ ζωγραφικήν φημι͵ καὶ πλαστικὴν͵ ἀγαλματουργικήν τε καὶ χρυσοχοϊκὴν͵ ὀψαρτυτικήν τε καὶ ποπάνων μυρίων εὑρήματα͵ ἑκὼν παραλέλοιπε· πρὸς δὲ τούτοις͵ καὶ τὰς πέρα τοῦ μέτρου πολυπραγμοσύνας͵ ἀστρονομικὴν λέγω͵ καὶ γεωμετρικὴν͵ ἀριθμητικήν τε καὶ μουσικὴν͵ ἧς ἔργον κατακηλεῖν τὴν ἀκοὴν καὶ μεταφέρειν͵ καὶ τὰς τῆς ψυχῆς διαθέσεις πρὸς ὃ βούλεται μεταβάλλειν͵ καὶ τὴν μὲν ἀθυμοῦσαν εἰς θυμηδίαν χαλᾷν͵ τὴν δὲ κεχαλασμένην͵ σύντονον καὶ ἀνδρείαν ἐργάζεσθαι· ταύτας καὶ τὰς τοιαύτας ἑκὼν ὁ λόγος παρέλιπε͵ καὶ τὸ μῆκος φεύγων͵ καὶ συντομίας φροντίζων͵ καὶ τῇ διανοίᾳ τῶν ἀκουόντων τὴν τέχνης ἑκάστης θεωρίαν ἐπιτρέπων. Ρᾴδιον γὰρ ἐκ τῶν εἰρημένων ἀφορμὰς εἰς κατανόησιν τῶν παραλειφθέντων παραλαβεῖν.
Patrologia Graeca, vol. 83, cols. 556-773.