Michael Psellos, Psellus'Commentary on the Chaldean Oracles, opuscule 38, pp. 129. 17-131. 14.
Χαλδαϊκὸν λόγιον.
μὴ τὰ πελώρια μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί. μηδὲ μέτρει μέτρον ἠελίου κανόνας συναθροίσας· ἀιδίῳ βουλῇ φέρεται πατρός͵ οὐχ ἕνεκεν σοῦ. μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης. ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη. αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ΄ ἀληθής͵ θυσιῶν σπλάγχνων τε τομαί· τάδ΄ ἀθύρματα πάντα͵ ἐμπορικῆς ἀπάτης στηρίγματα. φεῦγε σὺ ταῦτα͵ μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν͵ ἔνθ΄ ἀρετὴ σοφία τε καὶ εὐνομία συνάγονται.
Ἐξήγησις. ἀπάγει τὸν μαθητευόμενον ὁ Χαλδαῖος πάσης Ἑλληνικῆς σοφίας καὶ μόνῳ προσκολλᾷ͵ ὡς οἴεται͵ τῷ θεῷ. μὴ τὰ πελώρια γάρ φησι μέτρα γύης ὑπὸ σὴν φρένα βάλλου· οὐ γὰρ ἀληθείης φυτὸν ἐν χθονί· τοῦτ΄ ἔστι· μηδὲ τὰ μεγάλα μέτρα τῆς γῆς πολυπραγμόνει τῇ σῇ φρενί͵ ὥσπερ οἱ γεωγράφοι ποιοῦσι καταμετροῦντες τὴν γῆν· σπέρμα γὰρ ἀληθείας οὐκ ἔστιν ἐν γῇ. μηδὲ μέτρει φησί μέτρον ἠελίου κανόνας συναθροίσας· ἀιδίῳ βουλῇ φέρεται πατρός͵ οὐχ ἕνεκεν σοῦ· τοῦτ΄ ἔστι· μὴ ἀσχολοῦ περὶ ἀστρονομίαν μηδὲ καταμέτρει τὸν τοῦ ἡλίου δρόμον κανόσιν ἀστρονομικοῖς· οὐ γὰρ ἕνεκεν τῆς σῆς ζωῆς τὸν δρόμον ποιεῖται͵ ἀλλ΄ ἀχρόνως κινεῖται κατὰ τὸ τοῦ θεοῦ βούλημα. μήνης ῥοῖζον ἔασον· ἀεὶ τρέχει ἔργῳ ἀνάγκης· τοῦτ΄ ἔστι· τὸ τῆς σελήνης εὔτροχον κίνημα μὴ πολυπραγμόνει· τρέχει γὰρ αὕτη οὐ διὰ σέ͵ ἀλλ΄ ὑπὸ κρείττονος ἀνάγκης ἀγομένη. ἀστέριον προπόρευμα σέθεν χάριν οὐκ ἐλοχεύθη·τοῦτ΄ ἔστιν· οἱ προηγούμενοι τῶν ἀπλανῶν ἀστέρων ἢ τῶν πλανωμένων οὐ χάριν σοῦ τὴν ὑπόστασιν ἔλαβον. αἴθριος ὀρνίθων ταρσὸς πλατὺς οὔποτ΄ ἀληθής· τοῦτ΄ ἔστιν· ἡ διὰ τῶν πετομένων ὀρνίθων ἐν τῷ ἀερὶ τέχνη͵ ἣν δὴ καὶ οἰωνιστικὴν ὀνομάζουσιν͵ οὐκ ἔστιν ἀληθής͵ περιεργαζο μένη πτήσεις αὐτῶν καὶ κλαγγὰς καὶ καθέδρας. ταρσὸν δὲ πλατὺν τὴν τῶν ποδῶν αὐτῶν λέγει βάσιν πλατεῖαν οὖσαν͵ διὰ τὴν τῶν δακτύλων ἔκτασιν διειργομένων τῷ μεταξὺ δέρματι. θυσιῶν σπλάγχνων τε τομαί· τάδ΄ ἀθύρματα πάντα· τοῦτ΄ ἔστιν· ἡ θυτικὴ καλουμένη ἐπιστήμη͵ ἡ διὰ τῶν θυσιῶν τῶν μελλόντων ζητοῦσα τὴν πρόγνωσιν καὶ ἡ διὰ τῆς τομῆς τῶν σπλάγχνων τῶν σφαζομένων ἱερείων͵ παίγνιά εἰσιν ἄντικρυς. ἐμπορικῆς ἀπάτης στηρίγματα· τοῦτ΄ ἔστιν· ἀφορμαὶ κέρδους ἀπατηλαί. μὴ τοίνυν φησί ταῦτα πολυπραγμόνει σὺ ὁ μαθητευόμενος ὑπ΄ ἐμοῦ͵ μέλλων εὐσεβίης ἱερὸν παράδεισον ἀνοίγειν. ἱερὸς δὲ παράδεισος εὐσεβείας κατὰ Χαλδαίους οὐχ ὃν ἡ τοῦ Μωυσέως βίβλος φησίν͵ ἀλλ΄ ὁ λειμὼν τῶν ὑψηλοτέρων θεωριῶν͵ ἔνθα τὰ ποικίλα τῶν ἀρετῶν δένδρα καὶ τὸ ξύλον τὸ γνωστικὸν καλοῦ καὶ πονηροῦ͵ τοῦτ΄ ἔστιν ἡ διακριτικὴ φρόνησις ἡ διαιροῦσα τὸ κρεῖττον ἀπὸ τοῦ χείρονος͵ καὶ τὸ ξύλον τῆς ζωῆς͵ τοῦτ΄ ἔστι τὸ φυτὸν τῆς θειοτέρας ἐλλάμψεως τῆς καρποφορούσης τῇ ψυχῇ ζωὴν ἱερωτέραν καὶ κρείττονα. ἐν τούτῳ γοῦν τῷ παραδείσῳ καὶ αἱ τέτταρες γενικώταται τῶν ἀρετῶν ἀρχαὶ δίκην ποταμῶν ῥέουσιν· ἐν τούτῳ τῷ παραδείσῳ καὶ ἀρετὴ καὶ σοφία καὶ εὐνομία φέρονται. ἔστι δὲ ἀρετὴ μία μὲν ἡ γενική͵ πολλαὶ δὲ αἱ κατ΄ εἴδη διαιρούμεναι. σοφία δέ ἐστιν ἡ τούτων ἁπάντων περιεκτική͵ ἣν ὡς μονάδα ἄρρητον ὁ θεῖος προβάλλεται νοῦς. Τῶν δὴ τοιούτων Χαλδαϊκῶν παραινέσεων τὰ μὲν πλείω καὶ ταῖς καθ΄ ἡμᾶς εἰσηγήσεσι κατάλληλά πώς εἰσι͵ τινὰ δὲ καὶ ἠθέτηται. τοῦ γὰρ καθ΄ ἡμᾶς δόγματος διαρρήδην φάσκοντος διὰ τὸν ἄνθρωπον τὴν ὁρατὴν γεγενῆσθαι κτίσιν͵ ὁ Χαλδαῖος τὸν λόγον οὐ παραδέχεται͵ ἀλλ΄ ἀιδίως τίθεται κινεῖσθαι τὰ κατ΄ οὐρανὸν ἔργῳ ἀνάγκης καὶ οὐχ ἕνεκεν ἡμῶν.
D. J. O' Meara (ed.), Michael Psellus. Philosophica Minora, vol. II (Opuscula psychologica, theologica, daemonologica), Leipzig, 1989.