Gregory of Nyssa, In Canticum canticorum (homiliae 15), lines 3-21.
Ἡ δὲ κοιλία μου, φησίν, ἐθροήθη ἐπ’ αὐτόν. ἔκπληξίν τινα σημαίνει καὶ ξενισμὸν ἐπὶ τῷ φανέντι θαύματι τὸ τῆς θροήσεως ὄνομα· πᾶσα γὰρ αὐτῆς ἡ διανοητικὴ δύναμις συνεκινήθη πρὸς τὸ θαῦμα τῶν διὰ τῆς θείας χειρὸς ἐνεργουμένων, ὧν ἡ κατανόησις ὑπερκειμένη τῆς ἀνθρωπίνης δυνάμεως τὸ ἀκατάληπτόν τε καὶ ἀχώρητον τῆς τοῦ ἐνεργοῦντος φύσεως δι’ ἑαυτῆς ἑρμηνεύει. πᾶσα γὰρ ἡ τῶν ὄντων κτίσις τῆς χειρὸς ἐκείνης τῆς διὰ τῆς ὀπῆς ἡμῖν φανερωθείσης ἔργον ἐστίν, ὡς ὁ Ἰωάννης τε βοᾷ λέγων καὶ ὁ προφήτης τῷ εὐαγγελίῳ συμφθέγγεται· ὁ μὲν γάρ φησιν ὅτι Πάντα δι’ αὐτοῦ ἐγένετο, ὁ δὲ προφήτης χεῖρα ὀνομάζει τὴν ποιητικὴν τῶν ὄντων δύναμιν εἰπὼν ὅτι Ἡ χείρ μου ἐποίησε ταῦτα πάντα. εἰ οὖν τῆς ἐνεργείας ἐκείνης ἔργα τά τε ἄλλα πάντα καὶ τὰ οὐράνια κάλλη, οὔπω δὲ κατείληφεν ἡ ζητητικὴ τοῦ ἀνθρώπου διάνοια, τί κατ’ οὐσίαν ὁ οὐρανός ἐστιν ἢ ὁ ἥλιος ἢ ἄλλο τι τῶν φαινομένων ἐν τῇ κτίσει θαυμάτων, τούτου χάριν θροεῖται πρὸς τὴν θείαν ἐνέργειαν ἡ καρδία, ὅτι εἰ ταῦτα καταλαβεῖν οὐ χωρεῖ, πῶς τὴν ὑπερκειμένην τούτων καταλήψεται φύσιν;
H. Langerbeck (ed.), Gregorii Nysseni opera, vol. 6. Leiden, 1960.