Nicephoros Gregoras, Roman history, pp. 5. 16 - 6. 8

Text - Hyperlink: 

 

 [...] τό γε μὴν βραχεῖ τινι τόπῳ καὶ ὡρισμένῳ τῆς οἰκουμένης οἰκοῦντά τινα πέρατα γιγνώσκειν γῆς, καὶ ἄκρα οἰκουμένης, μήκη τε καὶ πλάτη θαλαττῶν, καὶ ὅσοι ποταμοὶ καὶ λίμναι εἰσὶ, καὶ ἰδιοτροπίας ἐθνῶν καὶ τόπων, καὶ διαφορὰς ὡρῶν τε δὴ καὶ χρόνων τῶν ἐν διαφόροις γινομένων μέρεσι τῆς γῆς, καὶ ὅσα ἕτερα τῶν ἀγαθῶν μυρία, τίς χαρίζεται τοῖς ἀνθρώποις, μόνη γε τῆς ἱστορίας ἐξάπλωσις; διά τοι τοῦτο καὶ οὐ τούτους μᾶλλον ἠγάπησα τῶν σοφῶν, οὐδὲ τούτους ἐζήλωκα, οἳ κωμικοῖς τισι δράμασι καὶ σκηναῖς τραγικαῖς καὶ θωπείαις ἐπιδεικτικαῖς τὴν ἑαυτῶν κατηνάλωσαν γλῶσσαν, ἀλλὅσοι τῶν ὄντων τὴν φύσιν, καθόσον σφίσιν ἐξῆν,ἀκριβώσαντες, καὶ ὅσοι τὰς ἱστορίας ἐκ τῶν καθἕκαστα καὶ ἄλλοτἄλλοις εἰρημένων τε καὶ πεπραγμένων ἔς τε ἀνδρίαν ψυχῆς βλεπόντων καὶ σύνεσιν, κόποις ἰδίοις ξυνειλοχότες, εἰς μεγίστην ὠφέλειαν τοῖς ἑξῆς ἐκδεδώκασι. καὶ μέντοι καὶ οὗτος πρὸς ἐκείνους πόθος καὶ ζῆλος κἀμὲ τὰ ἀκόλουθα πράττειν παρέπεισε, καὶ οὗτος αἴτιος ἐμοὶ τοῦ τοιοῦδε γέγονεν ἐγχειρήματος. 

Bibliographical Sources: 

Bekker and L. Schopen )eds), Nicephori Gregorae historiae Byzantinae, vol. 1 [Corpus scriptorum historiae Byzantinae], Bonn, 1829.