Nicephoros Gregoras, Roman History, vol. 1, pp. 108. 18 - 109. 7

Text - Hyperlink: 

ὅτι δὲ δήλωσιν ἐπιγείων παθῶν τὰ τῶν οὐρανίων φωστήρων τοιαῦτα συμπτώματα προαναφωνοῦσιν, ἀμφιβάλλειν οἶμαι τῶν πάντων οὐδένα, πλὴν εἰ μὴ ὅστις περιττὸς ἐπεφύκει μάτην ἐρίζειν. εἰ δὲ τοῦτον λόγοις πείθειν πειρῷτό τις, ὃν πείθειν οὐ δύναται τὰ ἐν τῷ θεάτρῳ τῆς οἰκουμένης κατἄλλους ἄλλοτε χρόνους γινόμενα πράγματα, μάταιος ἂν εἴη καὶ πάνυ τοι φορτικὸς σύνεσιν ἐντιθέναι τοῖς πάνυ σκληροῖς ἐγχειρῶν. γὰρ ἐν ἑνὸς ἀνθρώπου σώματι, τοῦτο κἀν τῷ τοῦ κόσμου σώματι παντὶ γίγνοιτἄν. ἓν γὰρ κόσμος σῶμα συμφυὲς, ἐκ μερῶν καὶ μελῶν ὡς ἄνθρωπος φάναι συγκείμενος· καὶ ὥσπερ ἐνταῦθα τῆς κεφαλῆς τοῦ τραχήλου τὸ πάθος ἐνεργεστέραν πρὸς τὴν κνήμην καὶ τὸν ἀστράγαλον τὴν κάκωσιν ἐξετόξευσεν, οὕτω κἀν τῷ τοῦ κόσμου σώματι τὰ τῶν οὐρανίων φωστήρων παθήματα κινούμενα πρὸς τὴν γῆν ἀπερείδονται κἀνταῦθα δημοσιεύουσι τὴν ἐνέργειαν

Century: 
14th c.
Bibliographical Sources: 

Bekker and L. Schopen (eds),  Nicephori Gregorae historiae Byzantinae, vol. 1. [Corpus scriptorum historiae Byzantinae], Bonn, 1829.