Michael Psellos, De philosophia, opuscule 2, lines 12-104

Full Title: 
Τοῦ αὐτοῦ [de philosophia]
Text - Hyperlink: 

Διαφέρουσι γέ τοι αἱ τέχναι βελτίοσί τε ὑποκειμένοις καὶ χείροσι τῷ τε δι’ ἀκριβείας ἰέναι καὶ τῷ παρὰ βραχὺ ταύτης τυγχάνειν, ὥσπερ ἀστρονόμοις καὶ γεωμέτραις. ἀστρονομία μὲν γὰρ τὸ κάλλιστον τῶν ὑποκειμένων σωμάτων κληρωσαμένη, τὸν οὐρανόν, τῆς καταλήψεως τὸ ἀκριβὲς οὐκ ἐκτήσατο· τὰ γοῦν πολλοστημόρια τῶν μερῶν ἀπέρριψαν ἐνιαχοῦ οἱ ἀστρονομήσαντες. γεωμετρία δὲ πᾶν μέγεθος προσηκαμένη οὐδὲ τὸ βραχύτατον παραιρεῖται τῆς ἀποδόσεως. ἔστι τις αὐταῖς καὶ περὶ τὰ τέλη διαφορὰ καὶ ἄλλη παρ’ ἄλλην καλλίονος τετύχηκε πέρατος. φιλοσοφία δὲ τοῖς ὅλοις ἁπάσας νενίκηκε, μᾶλλον δὲ τὰ πασῶν ἑαυτῇ ὑποθεῖσα ἀφῆκεν ἐκείνας κενοῖς σεμνύνεσθαι τοῖς ὀνόμασιν. ἔοικε γὰρ φιλοσοφία τὰ πάντα εἶναι καὶ διὰ πάντων ἰέναι ἐπὶ τῆς γῆς· καὶ γὰρ ἐρείδεται καὶ παχύνεται καὶ συνδιολισθαίνει τοῖς ὑγροῖς καὶ διαχεῖται τῷ ἀέρι καὶ τῷ πυρὶ ἐκθερμαίνεται συσφαιροῦταί τε καὶ συμπεριδινεῖται τῷ οὐρανῷ· θίγει δὲ οὐ τῶν ἐπιφανειῶν τούτων ὥσπερ ζωγράφημα, ἀλλὰ διὰ τοῦ βάθους τῶν σωμάτων ἥκει. καὶ ἐν πᾶσιν οὖσα ἐκτός ἐστι τοῦ παντός· σκοπεῖ τε τὸ ὑπὲρ τὸ πᾶν καὶ τὸν ἐφιστάμενον τῷ κόσμῳ πολυπραγμονεῖ νοῦν. Πολλάκις γοῦν ἐγὼ τὸ κατ’ αὐτὴν πρᾶγμα ἰατρικῷ τινι λόγῳ ἀπείκασα. ἔστι γάρ τι παρὰ τοῖς Ἀσκληπιάδαις βιβλίον (‘χρεία μορίων’ ἐπιγέγραπται τῷ συντάγματι), ἐν ᾧ δὴ διαφερόντως συγγραφὴν φιλοτιμησάμενος ἀπὸ τῶν παρηρτημένων τοῦ σώματος μελῶν ἐπαρξάμενος καὶ τὴν ἑκάστου πλάσιν καὶ ἐνέργειαν ἐπιδειξάμενος εἰς αὐτὰς δήπου τὰς πρώτας ἀρχὰς τὸν πάντα λόγον συνεπεράνατο. ὅσοι γοῦν μετὰ ταῦτα κατὰ μέρος τὸ σύμπαν ἀποδιελόμενοι σῶμα, οἱ μὲν τὴν τῆς καρδίας φύσιν καὶ τὰς ἐνεργείας τῷ λόγῳ ὑπέγραψαν, οἱ δὲ τὰ τοῦ ἥπατος μέρη ἠκρίβωσαν, οἱ δὲ τὰ περὶ τὸν ἐγκέφαλον μέρη διήρθρωσαν, οὔ μοι δοκοῦσι ἀπεοικέναι τῶν ὅσοι γεωμετρίαν ἢ ἀστρονομίαν ἢ ἀριθμῶν ἀναλογίαν καὶ ἁρμονιῶν κράτος ἰδίᾳ καὶ κατὰ μέρος, καὶ ὡς ἔτυχεν ἕκαστος ἕξεως, ἐτεχνάσαντο· ἀλλ’ ὥσπερ κεφαλὴ καὶ θώραξ καρδία τε καὶ ἧπαρ μέρη τοῦ παντός εἰσι σώματος, οὕτω δὴ καί, εἴ τίς ἐστιν ἐν λόγοις ἐπιστήμη λογικοὺς προβεβλημένη λόγους καὶ τέχνη πραγμάτων πολιτικῶν, τομαί τινές εἰσι τῆς ὅλης συμπήξεως, ὧν δὴ συνεληλυθότων τὸ τῆς φιλοσοφίας γένος ἐπορισάμεθα. ἀλλ’ ἐπὶ μὲν τοῦ σώματος οὐκ ἄλλο τι παρὰ τὴν συνθήκην τὸ σύμπαν· ἕπεται γοῦν ἡ ὁλότης τοῖς μέρεσι. φιλοσοφία δὲ ταῖς ἁρμονικαῖς ἔοικε κράσεσιν· ὥσπερ γὰρ τὸ διὰ πασῶν μελῴδημα ἄλλο τι παρὰ τὴν ὑπάτην καὶ μέσην ἐστίν, οὕτω δὴ καὶ φιλοσοφία ἕτερον τῶν μερῶν ἀφ’ ὧν δὴ συνηρμοσμένον συνέστηκε. τοῦ τοίνυν παντὸς κατὰ τὴν πρώτην τομὴν ἐν σώματι ἑστηκότος καὶ ἀσωμάτῳ, ἑκατέρου τῶν τμημάτων πλείονος  λαμβάνοντος μερισμοῦ—ἔστι γὰρ καὶ τοῦ ἀσωμάτου τὸ βάθος ἄπειρον καὶ ἄλλο μὲν τὸ ἐν νῷ, ἄλλο δὲ τὸ ἐν ψυχῇ—, αἱ μὲν ἄλλαι τῶν λεγομένων ἐπιστημῶν ταῦτα ἢ ἐκεῖνα κατεμερίσαντο τῶν διῃρημένων, φιλοσοφία δὲ τῶν ὅλων ἐστὶ τὸ συναίρεμα. Ἀλλ’ ὥσπερ τῷ σώματι κρείττονά τε μέρη συμπέπλασται καὶ ἐλάττονα, καταλήγει τε τοῦτο μέχρις ὀνύχων καὶ τῶν ἀτιμοτέρων μερῶν ἐφειστήκει τε ἑκάστοις τὸ ζῆν, οὕτω καὶ τῇ φιλοσοφίᾳ αἱ μὲν ἀποδεικτικώτεραι τῶν ἐπιστημῶν καὶ ὅσαι περὶ τὸν νοῦν ἑλίττονται οἰκειοτέραν πρὸς ἐκείνην τάξιν εἰλήχασιν, αἱ δὲ εἰκοτολογούμεναι περὶ τὴν φύσιν ἐστράφησαν, αἱ δὲ τούτων καταδεέστεραι πολιτικὰς ὑποθέσεις ἑαυταῖς ὑποβεβληκυῖαι ἡ μὲν νομοθετική, ἡ δὲ δικαστική, ἡ δὲ ῥητορικὴ ὠνομάσθησαν. στρέφονται γοῦν αὗται περὶ γῆν καὶ τὰ ἔνυλα καὶ τὸν μερικὸν προΐστανται νοῦν· ὅπῃ δὲ καθόλου τοῖς πολλοῖς ὑποτίθενται, ἀκκίζονται καὶ ὑποκρίνονται, μᾶλλον δὲ ἐοίκασιν ὀρέγεσθαι τοῦ βελτίονος, διαμαρτάνουσι δὲ τοῦ ἀληθοῦς, ἐπεί τοι καὶ ἀποδεικνύουσιν, ἀλλ’ οὐκ ἐξ ἀρχῶν οὐδὲ ἐκ πρώτων αἰτιῶν, οὐδ’ ἴσασιν ἃ βεβούληνται. ῥητορικὴ δὲ κάλλους μὲν οἶδεν ἐπιμελεῖσθαι, ἀλλ’ οὐχ ὅσον μορφάζει τὸν νοῦν, ἀλλὰ τὸ τὴν λέξιν κοσμοῦν καὶ συντιθέμενον τὰ τοῦ λόγου μόρια. τοσούτῳ καλλίων ἐστι τῆς νομοθετικῆς, ὅτι ἐκείνης ἀπειράκις ἀναλυομένης εἰς ἄπειρα αὕτη τὰ πολλὰ εἰς ἓν συμπεραίνουσα εἶδος καὶ ἀριθμὸν ταῖς δικογραφίαις ἐπέθηκεν. ἐν μέρει δὲ νικῶσα τοῖς πλείοσιν ἥττηται· ἡ μὲν γὰρ ἀτελής ἐστι καὶ ἀεὶ κρέμαται, ἡ δὲ ὁρίζεται καὶ συμπεραίνεται· καὶ ἡ μὲν γυμνασία τίς ἐστιν καὶ πλάσμα δικανικόν, ἡ δὲ ἀληθὴς καὶ τελείωσις· καὶ ἡ μὲν τέχνη τοῦ ἐπιχειρεῖν ἐφ’ ἑκάτερα ὕποπτός τε καὶ ἀληθεύουσα, ἡ δὲ ἀπλανής τε καὶ ἀπαρέγκλιτος. εἰ μή τις αὖθις ῥητορικὸς ἀνὴρ τὴν μὲν ῥητορικὴν τῷ οὐρανῷ ἀπεικάσειεν, ἐν τῷ ἀτελεῖ τῆς κινήσεως τὸ τέλειον ἔχοντι, νομοθετικήν τε καὶ δικαστικὴν ταῖς τῶν ὑπ’ ἐκεῖνον στοιχείων ὁλότησι· τούτων γὰρ τὰ μὲν ἐπὶ τὸ μέσον καταλήγει, τουτέστι τὴν γῆν, τὰ δὲ τὴν προσωρισμένην ἄνοδον ἵσταται. καὶ ῥητορικὴ μὲν αὐτονομοθεσία τίς ἐστι καὶ δικαστικῆς οὐ δεῖται χειρός, αἱ δὲ τῶν ἐκείνης δυνάμεων πεφύκασιν ἐνδεεῖς· αὕτη γὰρ αὐταῖς ἀποξέει, ὅσα ἐν προοιμίοις, ὅσα ἐν ἀγῶσιν, ἐν οἷς ἐπιλογίσασθαι καὶ ἀνακεφαλαιώσασθαι δεῖ καὶ ἐπανόδου ἀναμνῆσαι τὰ ἐντεθυμημένα. ἀλλ’ αὖθις ἡττᾶται τούτων ἐκείνη· ἡ μὲν γὰρ μέχρι λόγων ἐστί καὶ τὸ λυσιτελὲς τοῖς πράγμασιν οὐ συνεισήνεγκε, τῶν δὲ ἡ μὲν τοὺς νόμους τιθεῖσα, ἡ δὲ τούτους κατὰ λόγον εὐθύνουσα, πλημμελοῦντα τὸν βίον ἐπανορθοῦσα καὶ τὰ τῶν πολλῶν ἤθη ῥυθμίζουσα. μέρη δὲ τυγχάνοντα φιλοσοφίας τὰ ἀτιμότατα, ἐπεὶ μὴ ἐφικνεῖσθαι δύνανται τῆς θείας ἐκείνης δυνάμεως, καὶ ἀντιδιατίθενται πρὸς αὐτήν· ἡ μὲν γὰρ τὸν ἄνθρωπον θεῷ προσαφομοιοῦν πραγματεύεται, αἱ δὲ τοῖς πράγμασιν ἐνασχολεῖσθαι καταναγκάζουσι, φύσει δὲ κάτω πῃ τυγχάνουσαι ἔτι καὶ τῶν ἐφεστηκότων διημαρτήκασιν· οὐδεὶς γὰρ αὐταῖς τῶν φιλοσοφησάντων ἐφιστάνειν ἠξίωσε. διὰ τοῦτο πολὺ περὶ ταύταις τὸ πλάνον καὶ ἄτεχνον· καὶ τὰ μὲν ὀνόματα περιττά, διεσπασμένος δὲ ὁ νοῦς καὶ τοῖς καθ’ ἕκαστα μεριζόμενος. Εἰ γοῦν τις τῶν εἰς ἕξιν ἐπιστήμης ἐληλυθότων τὰ συγκεχυμένα ταῦτ’ ἐς ταὐτὸ συνήνεγκεν χρώματα καὶ ἄλλο πρὸς ἄλλο συνήνωσέ τε καὶ συνεκέρασε καὶ τὴν μὲν χεῖρα δακτύλοις διέπλασεν ὑποχύμασί τε καὶ χιτῶσι τὸν ὀφθαλμὸν καὶ τἆλλα κατὰ λόγον συνήρμοσεν, τάχα ἂν κάλλιστον ζῷον ἐπὶ γῆς ἀπειργάσατο. νῦν δὲ ἔοικεν ὁ νόμος τὸν τοῦ μύθου Ὀσίριδα· διέσπασται γὰρ ὡς ἐκεῖνος, καὶ τὸ μὲν αὐτοῦ τῶν μελῶν ἡ γῆ, τὸ δὲ ἡ θάλασσα ἐκληρώσατο, ἕκαστος δὲ τὸ εὑρεθὲν περιέπει καὶ φροντὶς αὐτῷ παρ’ οὐδενὶ τῆς συμπήξεως.

 

Century: 
11th
Type of Source: 
Bibliographical Sources: 


J. M. Duffy (ed.), Michaelis Pselli philosophica minora., volume I: Opuscula logica, physica, allegorica, alia, Leipzig, 1992.