John Italos, Quaestiones quodlibetales, section 82, lines 1-20
Περὶ μυήσεως
Πέντε μέρη τῆς μυήσεως, ὥς φασι, τυγχάνει ὄντα, ταῦτα δὲ καὶ εἴδη τινὲςκαλοῦσι· ὧν πρῶτόν ἐστι μέρος ὁ τῆς ψυχῆς ἐκ τῶν πάλαι κηλίδων καθαρμός·εἶτα μετὰ τοῦτο δεύτερον παράδοσις· καὶ τρίτον καὶ τούτων ἐποπτεία· μεθ’ ὃ ἐκ τούτων ἀνάδεσις καὶ στεμμάτων ἐπίθεσις· εἶτα τὸ τῶν μυστηρίων πάντων τελεώτερον καὶ ἀπὸ τούτων ἐγγινομένη τοῖς ἀξίοις εὐδαιμονία, ἥτις καὶ ὁμοίωσις θεῷ κατὰ τὸ δυνατὸν κέκληται.
Καθαίρεσθαι δὲ χρὴ τὸν μέλλοντα μυηθῆναι ἀπό τινων, ὥς φησιν Ἐμπεδοκλῆς, πέντε τῶν ἀριθμῶν πηγῶν, ὧν πρότερον μὲν ἔστι ἡ περὶ ἀριθμοὺς καταγινομένη ἐπιστήμη, εἶθ’ ἡ ταύτῃ συγγενὴς ἁρμονικὴ κεκλημένη, μεθ’ ἣν ἡ περὶ ἐπιπέδων, εἶτα ἡ περὶ στερεομετρίας διαλεγομένη, καὶ τελευταῖον ἀστρονομία καὶ σφαιρική, μεταξὺ οὖσα αἰσθητῶν ἅμα καὶ νοητῶν ἢ μᾶλλον εἰπεῖν πέρας μὲν τῶν αἰσθητῶν, πλησίον δὲ τῶν νοητῶν διά τε τὸ εὔτακτον τῶν κινήσεων καὶ τὸ τῆς φύσεως ἄτρεπτον, τοιαῦτα παρὰ τοῦ δημιουργοῦ γεγονότα. Μετὰ δὲ ταῦτα ἕπεται ἡ τῶν μυστηρίων παράδοσις, λογικῶν τέ φημι λόγων καὶ ἠθικῶν ἅμα καὶ φυσικῶν· καὶ τρίτον ὡς εἴρηται ἡ ἐποπτεία ἕπεται, ἡ τῶν ὄντως ὄντων γνῶσις καὶ καθαρὰ ἀπὸ τῶν αἰσθητῶν ἀνάβασις· μεθ’ ἣν ἡ καλουμένη ἀνάδεσις, τῷ δύνασθαι καὶ ἄλλον ἀποτελέσαι τοιοῦτον καὶ δεικνύναι τὸ μυστήριον· καὶ τελευταῖον ἐφ’ ἅπασιν ἡ εὐδαιμονία, δι’ ἣν μᾶλλον ἐκεῖνα καὶ ἐφ’ ἣν ἐλθοῦσα ἡ ὄρεξις ἵσταται, ὡς μὴ ὄντος ἑτέρου τῆς τοιαύτης κρείττονος διαθέσεως.
P.P. Joannou (ed.), Joannes Italos. Quaestiones quodlibetales (Ἀπορίαι καὶ λύσεις), Studia patristica et Byzantina 4, Ettal, 1956.