Simplicius, Commentary on Aristotle's Physics, prooimion 4. 17 - 5. 26

Full Title: 
ΣΙΜΠΛΙΚΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΕΙΣ ΤΟ Α ΤΗΣ ΑΡΙΣΤΟΤΕΛΟΥΣ ΦΥΣΙΚΗΣ ΑΚΡΟΑΣΕΩΣ ΥΠΟΜΝΗΜΑ Ο ΕΣΤΙ ΠΡΩΤΟΝ, Simplicii in Aristotelis Physicorum Libros quattuor priores commentaria
Text - Hyperlink: 

 Χρήσιμος δέ ἐστιν ἡ φυσιολογία οὐ μόνον ἐν τοῖς κατὰ τὸν βίον καὶ ἰατρικῇ καὶ μηχανικῇ τὰς ἀρχὰς παρέχουσα καὶ ταῖς ἄλλαις βοηθοῦσα τέχναις (ἑκάστη γὰρ αὐτῶν δεῖται τὴν φύσιν καὶ τὰς κατὰ τὴν φύσιν διαφορὰς τῆς ὑποκειμένης αὐτῇ ὕλης ἐπεσκέφθαι) οὐδὲ ὅτι τὸ ἐν ἡμῖν τῆς ψυχῆς εἶδος τὸ σύστοιχον πρὸς τὴν τῶν φυσικῶν γνῶσιν τελειοῖ ὡς θεολογία τὸ νοερὸν καὶ ἄκρον͵ ἀλλ΄ ὅτι καὶ πρὸς τὰς ἄλλας τῆς ψυχῆς τελειώσεις τὰ μέγιστα συντελεῖ. καὶ γὰρ ταῖς πρακτικαῖς ἀρεταῖς συλλαμβάνει͵ δικαιοσύνῃ μὲν καθ΄ ὅσον ἐπιδείκνυσι τά τε στοιχεῖα καὶ τὰ μέρη τοῦ παντὸς ἀλλήλοις εἴκοντα καὶ ἀγαπῶντα τὴν ἑαυτῶν τάξιν καὶ τὴν ἰσότητα φυλάττοντα τὴν γεωμετρικὴν καὶ διὰ τοῦτο πλεονεξίας ἀφίστησι͵ σωφροσύνῃ δὲ τὴν φύσιν δεικνῦσα τῆς ἡδονῆς͵ ὅτι προηγούμενον μὲν οὐδέν ἐστιν ἀγαθόν͵ παρακολούθημα δέ τι ἕως τότε σφοδρὸν καὶ αἱρετὸν δοκοῦν͵ ἕως ἔτι πολλῷ τῷ παρὰ φύσιν συνανακέκραται. καὶ μέντοι ἡ περὶ τὴν φυσικὴν θεωρίαν ἀσχολία ῥᾳδίως τὴν ψυχὴν μεθίστησιν ἀπό τε τῶν σωματικῶν ἡδονῶν καὶ τῆς περὶ τὰ ἐκτὸς πτοίας· δι΄ ὧν σωφροσύνη καὶ δικαιοσύνη καὶ τὸ εὐσύμβολον ἐν τοῖς συναλλάγμασι περιγίνεται. ἀνδρεῖος δὲ τίς ἂν οὕτως εἴη ὡς ὁ ἀπὸ φυσιολογίας ἐγνωκὼς ὡς οὐδὲν αἰσθητὸν τοῦ παντός ἐστι μέρος τὸ ἡμέτερον ζῷον οὐδὲ τοῦ χρόνου τοῦ παντὸς τῆς ἡμετέρας ζωῆς τὸ μέτρον καὶ ὅτι τῷ γινομένῳ παντὶ φθορὰν ἀκολουθεῖν ἀναγκαῖον διάλυσιν οὖσαν εἰς τὰ ἁπλᾶ καὶ ἀπόδοσιν τῶν μερῶν εἰς τὰς οἰκείας ὁλότητας καὶ ἐκνεασμὸν τῶν γεγηρακότων καὶ ἀνάρρωσιν τῶν κεκμηκότων; τὸ δὲ νῦν ἢ μετ΄ ὀλίγα ἔτη φθείρεσθαι ἐν οὐδενὶ ἂν εἴη λόγῳ πρὸς τὸν τὴν ἀπειρίαν τοῦ χρόνου διεγνωκότα· εἰ δὲ καὶ τὴν χωριστὴν ὑπεροχὴν τῆς ψυχῆς ἐννοῶν πρὸς τὰς ἀπὸ τοῦ σώματος προσγινομένας ἀσχολίας αὐτὴν παραβάλλοι͵ τότε ἂν τελέως ἀγαπήσοι τὸν θάνατον· ὁ δὲ πρὸς θάνατον οὕτως ἔχων τί ἂν ἄλλο τῶν δοκούντων δεινῶν καταπτήξειε; φρονήσεως δὲ αὐτόθεν ἐστὶ ποιητικὴ πολὺ τὸ συγγενὲς ἐχούσης πρὸς τὸ γνωστικὸν τῆς ψυχῆς. μεγαλοψύχους δὲ καὶ μεγαλόφρονας ποιεῖ πείθουσα μηδὲν τῶν ἀνθρωπίνων ἡγεῖσθαι μέγα· ὀλίγοις τε ἀρκουμένους καὶ διὰ τοῦτο ὧν τε ἔχουσι κοινωνοῦντας ἑτοίμως καὶ λαμβάνειν παρ΄ ἄλλων οὐδὲν δεομένους ἐλευθερίους ἀποτελεῖ. τὸ δὲ μέγιστον αὐτῆς ἀγαθόν͵ ὅτι καὶ πρὸς τὴν τῆς ψυχικῆς οὐσίας γνῶσιν καὶ πρὸς τὴν τῶν χωριστῶν καὶ θείων εἰδῶν θεωρίαν ὁδός ἐστι καλλίστη͵ ὡς καὶ Πλάτων δηλοῖ ἀπὸ τῶν φυσικῶν κινήσεων ὁρμηθεὶς ἐπὶ τὴν εὕρεσιν τῆς τε αὐτοκινήτου οὐσίας καὶ τῆς νοερᾶς καὶ θείας ὑποστάσεως͵ καὶ Ἀριστοτέλης δὲ ἐν αὐτῇ ταύτῃ τῇ πραγματείᾳ ἀπὸ τοῦ ἀιδίου τῆς κυκλικῆς κινήσεως τὸ ἀκίνητον καὶ πάσης κινήσεως αἴτιον ἀνερευνῶν. ἔτι δὲ τὸ πρὸς τὴν θείαν ὑπεροχὴν σέβας αὕτη μάλιστα διαθερμαίνει͵ καλῶς ἐκ τῆς τῶν ὑπ΄ αὐτοῦ γινομένων ἀκριβοῦς κατανοήσεως εἰς θαῦμα καὶ μεγαλειότητα τοῦ ποιήσαντος ἀνεγείρουσα· τῷ δὲ θαύματι τούτῳ ἡ πρὸς τὸν θεὸν συμπάθεια καὶ πίστις καὶ ἐλπὶς ἀσφαλεῖς συνακολουθοῦσι. καὶ διὰ ταῦτα μάλιστα φυσιολογίαν ἀσκητέον. οὕτως οὖν χρησίμου τῆς φυσιολογίας οὔσης χρησιμωτάτη ἂν εἴη δικαίως ἡ παροῦσα πραγματεία τὰς ἀρχὰς ἡμᾶς τῆς ὅλης φυσιολογίας ἀναδιδάσκουσα͵ ὧν ἐκτὸς ἀδύνατον φυσιολογικὴν ἔχειν ἐπιστήμην͵ ὡς καὶ αὐτὸς Ἀριστοτέλης ἀρχόμενος εὐθὺς τῆς συγγραφῆς ἐνεδείξατο τότε γὰρ οἰόμεθα γινώσκειν ἕκαστονεἰπών, “ὅταν τὰ αἴτια γνωρίσωμεν τὰ πρῶτα καὶ τὰς  ἀρχὰς τὰς πρώτας καὶ μέχρι τῶν στοιχείων”.  

Year: 
after 538
Century: 
6th
Summary - Description: 
In the introduction of his commentary, Simplicius states the utility of Physics. The research of natural causes is useful first of all in main affairs of daily life, because it provides the principles of technologies such as Medicine and Mechanics; secondly, contributes to leading the superior part of the soul, which is the Intellect, toward its perfection- for which the study of Theology is particularly valuable; it also acts as a support to moral virtues and leads toward knowledge of God and contemplation of Ideas; finally, it incites piety, sympathy, faith and hope toward God.
Type of Source: 
Bibliography: 

 

R. Brague, La sagesse du monde. Histoire de l'expérience humaine de l'univers, Paris, 1999.

P. Golitsis, Les commentaires de Simplicius et de Jean Philopon à la Physique d'Aristote. Tradition et innovation, Berlin-New York, 2008.

Bibliographical Sources: 

H. Diels (ed.), Commentaria in Aristotelem Graeca, vol. 9, Berlin, 1882