Manuel Gabalas, Epistle B63, vv. 7-22
Οὔκουν τοῦτο φύσις τοῖς παρὰ τοσοῦτο διεστηκόσιν ἀλλήλων οὐχ ἦττον ἣ εἴ τις ἐπιχειροίη θεῖα καὶ ἀνθρώπινα πράγματα εἰς ταὐτὸν ἄγειν καὶ βίαιον οὔτω σύνοδον τοῖς ἐναντίοις ἐπινοεῖν; Εἰ γὰρ νοῦ μὲν μετέχειν Πλάτων φησί που μόνους θεούς, ἀνθρώπων δὲ γένος βραχύ τι, τί τις ἂν πάθοι, ἐπειδὰν καὶ ταῦτα μοχθηρᾷ τινι διαίτῃ τὴν ψυχὴν ἐξαμβλύνῃ πρός γε θεωρίαν τῶν τοῦ νοῦ θεαμάτων ἢ τυφλῷ προσεοικὼς βαδιεῖται, ὅποι τύχοι, πλανώμενος; Ἀλλ’ ὅμως, εἴ γε προκαθηράμενος τὸν ἐν αὐτῷ νοῦν οἰκεῖον ἐκείνοις ποιήσειε, ῥᾷστα ἂν συμμίξειε τῷ ὑπὲρ ἡμᾶς νῷ καὶ τὴν ἀλήθειαν τῶν ὄντων ξεύροι. Οὔτω γὰρ οὐρανός, οὔτω δὲ γῆ, οὕτω νοῦς, οὔτω δ’ αἴσθησις καὶ τὰ οὑτωσί πως ἄμικτα μίγνυται τῆς σφετέρας ἐκλαθόμενα φύσεως. Ἐμοὶ δὲ μηδέν τι πώποτε τοιοῦτον μελῆσαν εἰς συνδυασμόν τινα θεῖον, λείπεται κάτω που βαίνειν μετὰ τῶν ἀλόγων τῆς ψυχῆς παθῶν συμβοσκόμενον καὶ ἐπὶ μόναις ταῖς αἰσθήσεσι καὶ ταῖς φαντασίαις ὡς τὸ εἰκὸς ζῆν. Τῷ δὴ οὕτως ἀντιπεπολιτευμένῳ τοῖς ἄνω πῶς ἔσται ῥᾴδιον ἐκ τῶν ἄνω που θησαυρῶν εὑρεῖν τινα ὄλβον ἢ γνώσεως ἢ ἀρετῆς;