Manuel Gabalas, Epistle B27, vv. 2-9
Full Title:
Τῷ πρωτονοταρίῳ Λαμπηνῷ ( To the Protonatarios Lampenos)
Text - Hyperlink:
Ἐμοὶ παίδων ἀριθμὸς οὐδεὶς παρὰ τὸν βίον γεγένηται, θεῷ δόξαν οὕτω, τῷ πρώτῳ πατρὶ τῆς κοινῆς φύσεως, ἀλλ’ ἐκ μονάδος ὥσπερ ἀρξάμενος ἔπειτα πρὶν καὶ ὁπωσοῦν προχωρῆσαι τῆς ὁρμῆς ἐπεσχέθην. Τὰς γὰρ τοῦ τίκτειν ἀφορμὰς αὐτίκ’ ἀφῃρέθην τῆς φθορᾶς ἐκ παραλλήλου τεθείσης, καὶ χείλη μὲν ἡμῶν ὁ γάμος ἐδίῃνε τὸ τοῦ ἔπους, ὑπερῴην δ’ ἁπλῶς οὐκ ἐδίῃνεν. Ὅμως τῷ ἑνί γε τούτῳ καὶ φυσικῷ μοι παιδὶ λογικούς τινας παῖδας προσθεῖναι φιλονεικῶ, ἔστιν οὓς μὲν καὶ τῆς λογικῆς ἐργασίας εἰ τύχοι, οὓς δὲ καὶ τῆς θεωρητικῆς εἴ γε δυναίμην.