Manuel Gabalas, Epistle A18, vv. 453-465
Πάντα γὰρ ἀνάλογα καὶ ἴσα τοῖς πεπραγμένοις παρὰ τῆς θείας ψήφου ἐκφέρεται. Kαὶ μηδεὶς ἐκεῖνο συμφορὰν ἄλλην ὡς εἰκὸς νομιζέτω, ὡς ἄρα πρὸς τῇ μοχθηρίᾳ τῶν τρόπων οὐδ’ ἐλευθέρως γοῦν τέθραπται οὐδὲ τῶν εὖ ἐστι γεγονότων, ἀλλὰ δοῦλος καὶ δούλων ὁ πάνυ φαυλότατος καὶ ἀδοξότατος· καὶ μηδ’ ἔχων εἰπεῖν, ὅθεν ἐστὶ καὶ οἷ γέγονεν οὐδ’ ὅπως τηλικαύτης εὐδαιμονίας τετύχηκε, πλὴν εἰ μὴ πολλοῦ χρυσίου ἐρεῖ πρίασθαι, οὐδέ τι προενεγκεῖν ἀνδρίας ἢ μεγαλονοίας δεῖγμα οὐδέ τι ἀστεῖον ἢ φθέγξασθαι ἢ ὁμιλῆσαι πόθεν; Ὁ μηδὲ πρὸς βατράχους αὐτοὺς οἶός τε ὢν ἀντερίσαι, κλοπῇ δὲ μόνῃ καὶ ἀπάτῃ καὶ πανουργίᾳ καὶ παντὶ ψεύδει καὶ ἐπιορκίᾳ ὁπλίζεται ὥσπερ καὶ τὰ σφηκῶν γένη τοῖς κέντροις καὶ ἄλλ’ ἅττα τῶν ζῳυφίων ἑτέροις διὰ σμικρότητα καὶ ἀσθένειαν φύσεως. Τοσούτῳ δὲ καὶ τῆς κατ’ ἄνδρα λείπετον τελειότητος, ὅσον οἱ πίθηκες τῶν Γιγάντων ἢ τὰ κόντουρα τῶν δολιχοσκίων.