Manuel Gabalas, Epistle Β41, vv.2-8
Text - Hyperlink:
Οὐχ οὕτω φιλοσοφία σεμνὸν ἐκ τῶν ἐγγύς που φιλοσοφίᾳ συναπτομένη, ὅσον εἰ τῶν ἐχόντων ἀπόντων καὶ μακρά τε οὔρεα καὶ θάλασσά τε ἠχήεσσα τὴν ἀπόστασιν εἰς τοσοῦτον διαμετροίη. ἐκεῖ μὲν γὰρ ἴσως τι τῶν τῇ φύσει παρακολουθούντων φωραθείη ἂν εἰς ταὐτὸ τὰς γνώμας συναγαγὸν καὶ οὐδὲν πρᾶγμα, ἐνθάδε δ’ αὖ οὐδὲν ἕτερον ἀτεχνῶς λείπεται τὸ συνάπτον ὅ τι μὴ λόγος καὶ συγγένεια θεία τῶν ἐπὶ σχολῆς τε καὶ πλείστῳ τῷ χρόνῳ θείων ἕξεων τῇ ψυχῇ παραγενομένων. ὃ δὴ καὶ ἐπ’ ἐμοῦ νῦν, οἶμαι, πρώτως καὶ σοῦ, τῆς θεσπεσίας μοι κεφαλῆς καὶ φιλοσοφίας οὐχ ἁπλῶς ὄνομα, ἀλλὰ καὶ πρᾶγμα κληρωσαμένου, συμβαίνει γίγνεσθαι.