Scientific method

Epistle 3 to Gregory Palamas, vv.405-408

3.405-8: αὖθις δή σοι διορίζομαι ὅτι διττὸν ἡγούμενος τὸ τῆς ἀποδείξεως ὄνομα, κατὰ μὲν τὸ ἕτερον συγχωρῶ τοὺς περὶ Θεοῦ λόγους, ἂν ὦσι συλλελογισμένοι καὶ ἀληθεῖς, ἀποδεικτικοὺς συλλογισμοὺς ὀνομάζεσθαι.

Epistle 3 to Gregory Palamas, vv.251-262

3.251-62: Πρὸς δέ γε τὰς αὐτῶν ἀποφάνσεις οὑτοσὶ ἔχω, ὧν μὲν ἀπόδειξιν καὶ αὐτὸς ἔχω ἢ ἐπαφήν τινα, ταύτας μόνας παραδέχομαι, αἷς δὲ οὐδέτερον τούτων συμβέβηκε, περὶ τούτων χαίρειν αὐτοὺς ἐῶ. Καίτοι γε οὐδ᾽ ἐκείνας πάσας ἀξιῶ πιστὰς εἶναι, ἐάν τινι τῶν ἡμετέρων δογμάτων ἐναντίως ἔχωσι, τὰς δέ γε τῶν λογίων ἀποφάνσεις ὅπως ποτ᾽ ἔχουσιν, ἀποδείξεως πάσης ἀνώτερον τίθημι, ὡς καὶ ἐν τῷ πρὸς σέ μου λόγῳ δεδήλωκα λέγων “ἐπεὶ ὅπερ ἐστὶ τοῖς γεωμέτραις ἀρχὴ καὶ κοινὴ ἔννοια καὶ ἀξίωμα, τοῦθ᾽ ἡμῖν ὑπάρχει… ἀπόδειξιν”.

Epistle 1 to Gregory Palamas vv. 354-358

Ἐπεὶ δὲ ὅπερ ἐστὶ τοῖς γεωμέτραις ἀρχὴ καὶ κοινὴ ἔννοια καὶ ἀξίωμα, τοῦθ᾽ ἡμῖν ὑπάρχει ἑκάστη τῶν ἀποφάνσεων ὅσαι ἡμῖν περὶ τῶν θείων ὑπὸ τῶν ἁγίων ἀνδρῶν ἀπεφάνθησαν, οὐδεμίαν ἄρ᾽ αὐτῶν πειρᾶσθαι χρὴ ἐκ συλλογισμοῦ λαβεῖν, ἀλλὰ πρὸς ἑκάστην ἔχειν βέλτιον ἢ κατὰ ἀπόδειξιν.