Ephrem the Syrian, Against those who say that earthquakes occur because of the inflation of the earth, pp. 210-212

Full Title: 
Πρὸς τοὺς λέγοντας, ἀπὸ ἐμπνευματώσεως τῆς γῆς τοὺς σεισμοὺς γίνεσθαι, Aduersus eos, qui dicunt terrae motus a terrae inflatione fieri
Text - Hyperlink: 

Εἴπατε ἡμῖν οἱ ἀπὸ καρδίας λαλοῦντες καὶ οὐκ ἐκ στόματος Κυρίου· ἐὰν ὑμῖν εἴπωμεν τὸ εἰρημένον ὑπὸ τοῦ Ψαλμῳδοῦ, οὐ πιστεύετε; Λέγει γάρ· ἐπιβλέπων ἐπὶ τὴν γῆν καὶ ποιῶν αὐτὴν τρέμειν. Καί· συνέσεισας τὴν γῆν καὶ συνετάραξας αὐτήν· ἴασαι τὰ συντρίμματα αὐτῆς, ὅτι ἐσαλεύθη. Ὁμοίως καὶ τὸ εἰρημένον ἐν τῷ δικαίῳ Ἰώβ· φάσκει γὰρ τὸ θεῖον λόγιον· σείων τὴν ὑποὐρανὸν ἐκ θεμελίων, οἱ δὲ στῦλοι αὐτῆς σαλεύονται· λέγων τῷ ἡλίῳ καὶ οὐκ ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει· τανύσας τὸν οὐρανὸν μόνος, καὶ περιπατῶν ὡς ἐπὶ ἐδάφους ἐπὶ θαλάσσης· ποιῶν Πλειάδα καὶ Ἕσπερον, Ἀρκτοῦρον καὶ ταμιεῖα νότου· ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Καὶ πάλιν λέγει· ἐκτείνων βορρᾶν ἐποὐδέν, κρεμάζων δὲ γῆν ἐπὶ οὐδενός· δεσμεύων ὕδωρ ἐν νεφέλαις αὐτοῦ, καὶ οὐκ ἐρράγη νέφος ὑποκάτω αὐτοῦ.

Ταῦτα ἀκούοντες, οὐ πιστεύετε, διότι ἐμπεπνευμάτωται νοῦς ὑμῶν τῇ ἑλληνικῇ κραιπάλῃ· ὅθεν καὶ ληροῦντές φατε ὅτι ἐξ ἐμπνευματώσεως τῆς γῆς γίνονται οἱ σεισμοί, καὶ οὐκ ἐξ ἐπισκέψεως Κυρίου. Εἴπατε οὖν ἡμῖν τὸν τρόπον, πῶς σεισμοῦ γενομένου καὶ σαλευομένης τῆς μιᾶς ἀρούρας, ἐς τότε σαλευομένης, τῆς δὲ ἑτέρας μὴ σαλευομένης, οὐκ ἀποτέμνεται σαλευομένη ἄρουρα τῆς μὴ σαλευομένης, ἀλλὥσπερ κῦμα θαλάσσης παρελθὸν μετὰ τὴν κίνησιν τοῦ κύματος πάλιν τὸ ὕδωρ ἐν τῷ αὐτῷ καθίσταται, οὕτω καὶ τῆς γῆς σαλευομένης τάξει κυμάτων μετὰ τὸν σεισμὸν ὡσαύτως καθίσταται γῆ.

Εἴπατε δὲ ἡμῖν πάλιν τὸν τρόπον, πῶς σεισμοῦ γενομένου τὰ ὄρη τὰ πρὸς Ἀρμενίαν διεστῶτα ἀπἀλλήλων, συνέκρουσαν ἀλλήλοις, ὥστε ὡς πῦρ ἐξαφθῆναι καὶ καπνὸν πολὺν σφόδρα ἀνιέναι, ὡς ἀπὸ ἱκανοῦ διαστήματος τοῦτον ὁραθῆναι. Καὶ πάλιν διασταθέντα τὰ ὄρη ἔστη ἕκαστον ἐν τῇ ἰδίᾳ τάξει καὶ τῷ ἰδίῳ τόπῳ. Τίς οὖν ἀναγγελεῖ τοῦτον τὸν τρόπον; Πῶς δὲ πάλιν σεισμοῦ γενομένου ἐν ἐκστάσει γίνονται οἱ ἐν θαλάσσῃ πλέοντες, καὶ τῆς νηὸς πολλάκις ἑκατέρωθεν ὑπὸ κυμάτων τυπτομένης, οὐ λέλησται τούτους σεισμός; Τῶν γὰρ φατνωμάτων ἤτοι καταλεκτίων καὶ τῶν λοιπῶν σκευῶν τῶν ὄντων ἐν τῷ πλοίῳ παρὰ τὸ εἰθισμένον συγκρουόντων καὶ σαλευομένων, ἐν ἐκστάσει γίνονται οἱ πλωτῆρες τοῦ ἐπικειμένου σεισμοῦ.

Ἀκούσατε οὖν καὶ σύνετε τὸ ὑπὸ τοῦ Ἀποστόλου λεχθέν, ἵνα τῆς ὄντως σοφίας καταξιωθῆτε· ἔφη γάρ· μηδεὶς ἑαυτὸν ἀπατάτω· θέλων ἐν ὑμῖν σοφὸς γενέσθαι ἐν τῷ αἰῶνι τούτῳ, μωρὸς γενέσθω, ἵνα γένηται σοφός. Ἡ γὰρ σοφία τοῦ κόσμου τούτου μωρία παρὰ τῷ Θεῷ ἐστι. Γέγραπται γάρ· ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν· καί· Κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν σοφῶν, ὅτι εἰσὶ μάταιοι.

Ἀποθέμενοι οὖν τῆς ἑλληνικῆς ἀβελτηρίας τὴν ἄνοιαν, καὶ ὑπερθαυμάσαντες τὴν δυναστείαν τοῦ παντοκράτορος Θεοῦ καὶ τὰ θαυμάσια αὐτοῦ, βοᾶτε μετὰ τοῦ Προφήτου· μέγας Κύριος ἡμῶν, καὶ μεγάλη ἰσχὺς αὐτοῦ, καὶ τῆς συνέσεως αὐτοῦ οὐκ ἔστιν ἀριθμός. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

 

 

Century: 
4th c.
Type of Source: 
Bibliography: 

G. Dagron, "Quand la terre tremble…", Travaux et Mémoires 8 (1981) 87-103, especially 89.

E. Theodosiou - V. Manimanis - M. S. Dimitrijevic, "Astrology in the early Byzantine Empire and the anti-astrology stance of the Church Fathers",  European Journal of Science and Theology 8/2 (2012) 7-24.

 

 

Bibliographical Sources: 

K. G. Phrantzoles, Ὁσίου Ἐφραίμ τοῦ Σύρου ἔργα [Works of Ephrem the Syrian], vol. 6, Thessaloniki 1995 210-212.