Theodoret of Cyr, On Mani, Compedium of heretical fables, pp. 377-384

Full Title: 
Τοῦ Μακαρίου Θεοδωρήτου Ἐπισκόπου Κύρου αἱρετικῆς κακομυθίας ἐπιτομή, Λόγος πρῶτος, ΚϛʹΠερὶ Μάνεντος, Haereticarum fabularium compedium
Text - Hyperlink: 

 


Κϛʹ. —Περὶ Μάνεντος.

Ὁ δὲ Μάνης Πέρσης μὲν ἦν, ὥς φασι, τὸ γένος, τῆς δὲ δουλείας ἐπὶ πλεῖστον εἵλκυσε τὸν ζυγὸν, Σκυθιανὸς δὲ δουλεύων προσηγορεύετο· ὃς κληρονόμος τῆς δεσποίνης γενόμενος, οὐκ ἠγάπησε παρ’ἐλπίδα πλουτήσας, οὐδὲ ὕμνησε τὸν δοτῆρα τῶν ἀγαθῶν, ἀλλ’ εἰς βλασφημίαν καὶ δυσσεβῆ μυθολογίαν τὴν γλῶτταν ἐκίνησεν, ὄργανον τελειότατον γενόμενος τοῦ τῆς ἀληθείας ἐχθροῦ. Οὗτος δύο ἀγεννήτους καὶ ἀϊδίους ἔφησεν εἶναι, Θεὸν καὶ Ὕλην, καὶ προσηγόρευσε τὸν μὲν Θεὸν Φῶς, τὴν δὲ Ὕλην Σκότος· καὶ τὸ μὲν Φῶς Ἀγαθὸν, τὸ δὲ Σκότος, Κακόν, ἐπιτέθεικε δὲ καὶ ἄλλα ὀνόματα. Τὸ μὲν γὰρ Φῶς ὠνόμασε δένδρον ἀγαθὸν, ἀγαθῶν πεπληρωμένον καρπῶν· τὴν δὲ Ὕλην, δένδρον κακὸν, συμβαίνοντας τῇ ῥίζῃ φέρον καρπούς. Ἀφεστηκέναι τῆς Ὕλης ἔφησε τὸν Θεὸν, καὶ παντάπασιν ἀγνοεῖν, καὶ αὐτὸν τὴν Ὕλην, καὶ τὴν Ὕλην αὐτόν· καὶ σχεῖν, τὸν μὲν Θεὸν, τά τε ἀρκτῷα μέρη, καὶ τὰ ἑῷα, καὶ τὰ ἑσπέρια, τὴν δὲ Ὕλην τὰ νότια· αἰῶσι δὲ πολλοῖς ὕστερον διαστασιάσαι πρὸς ἑαυτὴν τὴν Ὕλην, καὶ τοὺς ταύτης καρποὺς πρὸς ἀλλήλους· τοῦ δὲ πολέμου συστάντος, καὶ τῶν μὲν διωκόντων, τῶν δὲ διωκομένων, μέχρι τῶν ὅρων τοῦ Φωτὸς αὐτοὺς ἀφικέσθαι, εἶτα τὸ Φῶς θεασαμένους, ἡσθῆναί τε ἐπ’ αὐτῷ, καὶ θαυμάσαι, καὶ βουληθῆναι πασσυδεὶ κατ’ αὐτοῦ στρατεῦσαι, καὶ ἁρπάσαι, καὶ κερᾶσαι τῷ Φωτὶ τὸ ἴδιον σκότος. Ὥρμησεν οὖν, ὡς ὁ ἀσύστατος, καὶ φλήναφος, καὶ ἀνόητος ἔφησε μῦθος, ἡ Ὕλη μετὰ τῶν δαιμόνων, καὶ τῶν εἰδώλων, καὶ τοῦ πυρὸς, καὶ τοῦ ὕδατος, κατὰ τοῦ φανέντος Φωτός. Ὁ Θεὸς δὲ, τὴν ἀθρόαν στρατείαν ὀῤῥωδήσας· οὐ γὰρ εἶχε, φησὶ, πῦρ, ἵνα κεραυνοῖς χρήσηται, καὶ σκηπτοῖς, οὔτε ὕδωρ, ἵνα κατακλυσμὸν ἐπενέγκῃ, οὐδὲ σίδηρον, ἢ ἄλλο τι ὅπλον· τοιόνδε τι μηχανᾶται. Μοῖράν τινα τοῦ Φωτὸς λαβὼν, οἷόν τι δέλεαρ καὶ ἄγκιστρον τῇ Ὕλῃ προσέπεμψε· προσκειμένη δὲ ἐκείνη, καὶ ὑπὲρ αὐτὸ στρωθεῖσα, κατέπιε τὸ πεμφθὲν, καὶ προσεδέθη, καὶ καθάπερ τινὶ περιεπάρη πάγῃ. Ἐντεῦθεν ἀναγκασθῆναί φασι τὸν Θεὸν δημιουργῆσαι τὸν κόσμον. Τὰ δὲ τοῦ κόσμου μέρη οὐκ αὐτοῦ λέγουσιν, ἀλλὰ τῆς Ὕλης εἶναι ποιήματα. Ἐδημιούργησε δὲ, διαλῦσαι αὐτῆς τὴν σύστασιν βουληθεὶς, καὶ εἰς εἰρήνην ἀγαγεῖν τὰ μαχόμενα, ὥστε κατὰ βραχὺ καὶ τὸ ἀνακραθὲν τῇ Ὕλῃ Φῶς ἐλευθερῶσαι. Καὶ τὸν ἄνθρωπον δὲ οὐχ ὑπὸ τοῦ Θεοῦ πλασθῆναι λέγουσιν, ἀλλ’ ὑπὸ τοῦ τῆς Ὕλης ἄρχοντος· Σακλᾶν δὲ τοῦτον προσαγορεύουσιν·καὶ τὴν Εὔαν ὡσαύτως ὑπὸ τοῦ Σακλᾶ καὶ τοῦ Νεβρὼδ γενέσθαι·καὶ τὸν μὲν Ἀδὰμ θηριόμορφον κτισθῆναι, τὴν δὲ Εὔαν ἄψυχον καὶ ἀκίνητον· τὴν δὲ ἀῤῥενικὴν παρθένον, ἣν τοῦ Φωτὸς ὀνομάζουσι θυγατέρα, καὶ Ἰωὴλ προσαγορεύουσιν, μεταδοῦναί φασι τῇ Εὔᾳ, καὶ ζωῆς καὶ φωτός· τὴν δὲ Εὔαν τῆς θηριωδίας τὸν Ἀδὰμ ἀπαλλάξαι, εἶθ’ ὕστερον τοῦ φωτὸς γυμνωθῆναι· τὸν δὲ Σακλᾶν πρῶτον αὐτῇ μιγέντα, θηριόμορφον ἐξ αὐτῆς ἐσχηκέναι παιδίον. Εἶτα καὶ ταύτῃ πάλιν κεκοινωνηκέναι αὐτὸν λέγουσι. Ἀλλὰ γὰρ ἴσως κἀμοὶ ἐπιμέμψαιτ’ ἄν τις εἰκότως, ταῦτα συγγράφειν ἀνεχομένῳ. Οὗ δὴ χάριν, τοὺς ἄλλους μύθους καὶ λήρους καταλιπὼν, συντόμως ἐρῶ τῆς δυσσεβοῦς αἱρέσεως τὰ κεφάλαια. Οὗτοι τὸν ἥλιον καὶ τὴν σελήνην θεοὺς ὀνομάζουσι, ποτὲ μὲν αὐτὸν ἀποκαλοῦντες Χριστὸν, καὶ τούτου τεκμήριον ἱκανὸν παρέχουσι, τὸ τὸν ἥλιον ἐκλείπειν· ἐν τῷ τοῦ σταυροῦ καιρῷ· ποτὲ δὲ πλοῖα λέγοντες εἶναι τὰς τῶν τελευτώντων ψυχὰς ἀπὸ τῆς Ὕλης μετάγοντα πρὸς τὸ Φῶς. Οὕτω γὰρ, φησὶ, κατὰ μέρος τῆς πονηρᾶς ἀπαλλάττεται κράσεως. Καὶ τὴν σελήνην δὲ μηνοειδῆ καὶ διχότομον γίνεσθαί φασι, τῷ κενοῦσθαι· καὶ τὰς φωτοειδεῖς ψυχὰς ἀπὸ μὲν τῆς Ὕλης λαμβάνειν, ἀποτίθεσθαι δὲ εἰς τὸ Φῶς· καὶ οὕτω κατὰ βραχὺ τῆς πονηρᾶς τὸ Φῶς ἀπαλλάττεσθαι κράσεως. Ὅταν δὲ πᾶσα τοῦ Φωτὸς ἡ φύσις τῆς Ὕλης ἀποκριθῇ, τότε φασὶ τὸν Θεὸν πυρὶ παραδώσειν αὐτὴν, καὶ μίαν βῶλον ποιήσειν· σὺν αὐτῇ δὲ καὶ τὰς μὴ πεπιστευκυίας εἰς τὸν Μάνητα ψυχάς. Τὸν δὲ διάβολον ποτὲ μὲν Ὕλην καλεῖ, ποτὲ δὲ τῆς Ὕλης ἄρχοντα. Τὸν δὲ γάμον τοῦ διαβόλου νομοθεσίαν φησί. Τὴν δὲ εἰς τοὺς πένητας γινομένην διαβάλλουσι φιλανθρωπίαν, τῆς Ὕλης εἶναι λέγοντες θεραπείαν. Τὸν δὲ Κύριον οὔτε ψυχὴν ἀνειληφέναι φασὶν, οὔτε σῶμα, ἀλλὰ φανῆναι ὡς ἄνθρωπον, καὶ οὐδὲν ἀνθρώπινον ἔχοντα· καὶ τὸν σταυρὸν δὲ, καὶ τὸ πάθος, καὶ τὸν θάνατον, φαντασίᾳ γενέσθαι. Τὴν δὲ τῶν σωμάτων ἀνάστασιν ὡς μῦθον ἐκβάλλουσιν. Οὐδὲν γὰρ τῆς Ὕλης μόριον ἄξιον ὑπειλήφασι σωτηρίας. Ψυχῶν δὲ μετενσωματώσεις λέγουσι γίνεσθαι, καὶ τὰς μὲν εἰς πτηνῶν, τὰς δὲ εἰς κτηνῶν, καὶ θηρίων, καὶ ἑρπετῶν σώματα καταπέμπεσθαι. Πάντα δὲ νομίζουσιν ἔμψυχα, καὶ τὸ πῦρ, καὶ τὸ ὕδωρ, καὶ τὸν ἀέρα, καὶ τὰ φυτὰ, καὶ τὰ σπέρματα. Οὗ δὴ χάριν οἱ καλούμενοι τέλειοι παρ’ αὐτοῖς, οὔτε ἄρτον κλῶσιν, οὔτε λάχανον τέμνουσιν, ἀλλὰ καὶ τοῖς ταῦτα δρῶσιν, ὡς μιαιφόνοις προφανῶς ἐπαίρονται·ἐσθίουσι δὲ ὅμως τὰ τεμνόμενα καὶ τὰ κλώμενα. Κέχρηνται δὲ καὶ γοητείαις διαφερόντως, τὰ δυσαγῆ αὑτῶν ἐκτελοῦντες μυστήρια· ταύτῃτοι καὶ δυσέκνιπτος αὐτῶν ἡ διδασκαλία, καὶ τὸν τῶν μυσαρῶν ὀργίων μετειληχότα λίαν ἐστὶ δυσχερὲς μετατιθέναι τῆς τῶν ψυχοφθόρων ἐνεργείας δαιμόνων, ταῖς τῶν τελούντων ἐπῳδαῖς τὰς ἐκείνων καταδεσμούντων ψυχάς. Οὗτος ὁ Μάνης τρεῖς ἔσχε τὴν ἀρχὴν φοιτητὰς, Ἀλδὰν, καὶ Θωμᾶν, καὶ Ἑρμᾶν. Καὶ τὸν μὲν Ἀλδὰν Σύροις ἀπέστειλε κήρυκα, Ἰνδοῖς δὲ τὸν Θωμᾶν. Ἐπειδὴ δὲ ἐπανῆλθον οὗτοι, παντοδαπὰ λέγοντες ὑπομεμενηκέναι δεινὰ, μηδενὸς ἀνεχομένου τὸν Μάνητα διδάσκαλον δέξασθαι, ἐτόλμησεν ἑαυτὸν ὁ παμπόνηρος καὶ Χριστὸν προσαγορεῦσαι, καὶ Πνεῦμα ἅγιον ὀνομάσαι, καὶ ἐπεστάλθαι ἔφησε κατὰ τὴν τοῦ Σωτῆρος ὑπόσχεσιν. Ἐπηγγείλατο γὰρ ὁ Κύριος πέμψειν ἄλλον Παράκλητον. Οὗτος δυοκαίδεκα μαθητὰς κατὰ τὸν Κυριακὸν ποιησάμενος τύπον, εἰς τὴν μέσην ἀφίκετο τῶν ποταμῶν, ἀποδιδράσκων τὸν Περσῶν βασιλέα. Θεραπεύσειν γὰρ νεανιευσάμενος πάθει τινὶ περιπεσόντα τὸν τοῦ βασιλέως υἱὸν, μείζοσι κακοῖς περιέβαλεν. Ἐπειδὴ δὲ καὶ ἐντεῦθεν ὡς προφανὴς ἀντίθεος ἐξηλάθη, καὶ τὴν Περσίδα κατέλαβε, συλληφθεὶς ὑπὸ τοῦ βασιλέως, τὴν Περσικὴν ὑπέμεινε τιμωρίαν, καὶ τοῦ δέρματος γυμνωθεὶς παρεδόθη κυσί. Τοιοῦτο τοῦ Μάνεντος τὸ τέλος, ταῦτα τῆς δυσσεβοῦς αἱρέσεως τὰ κεφάλαια. Εἰ γὰρ ἅπαντά τις τῶν μύθων τὸν φλήναφον ἐθελήσοι διεξελθεῖν, παμπόλλων ἂν δεηθείη βιβλίων. Τοιαῦτα ταῖς τῶν ἀνοσίων ἀνθρώπων διανοίαις ὁ παμπόνηρος δαίμων ἐνήχησε δόγματα, τοιούτοις ἐχρήσατο λοχαγοῖς καὶ ταξιάρχαις, κατὰ τῆς ἀληθείας παραταττόμενος. Ἀλλ’ ἱστὸν ἀράχνης, προφητικῶς εἰπεῖν, ὕφηνε. Ῥᾷστα γὰρ ὁ Δεσπότης τὸ ψεῦδος διήλεγξε, καὶ τὰς συμμορίας τῶν τούτου συνηγόρων διέλυσε. Κατὰ δὲ τῆς τοῦ Μάνεντος δυσσεβείας συνέγραψαν οἱ ἄριστοι τῆς εὐσεβείας συνήγοροι, Τῖτος καὶ Διόδωρος, ὁ μὲν τὴν Βοστρηνῶν Ἐκκλησίαν ποιμάνας, ὁ δὲ τὴν Κιλίκων ἰθύνας μητρόπολιν. Συνέγραψε δὲ καὶ ὁ Λαοδικεὺς Γεώργιος, ἀνὴρ τῆς μὲν Ἀρείου προστατεύων αἱρέσεως, τοῖς δὲ φιλοσόφοις ἐντεθραμμένος μαθήμασι. Πρὸς δὲ τούτοις καὶ ὁ Φοίνιξ Εὐσέβιος, οὗ καὶ πρόσθεν ἐμνήσθημεν. Ἐγὼ δὲ ἐπὶ τὴν ἑτέραν μεταβήσομαι φάλαγγα. 

Century: 
5th c.
Bibliography: 

 

SOURCES

PG 83, Paris : Migne 1857-1866, pp. 377-384.