Anastasius of Sinai, Questions and Answers,

Text - Hyperlink: 

 


Οἷόν τι λέγω ἀκατάληπτον, καὶ ἀνώνυμον, καὶ ἀόρατον, καὶ ἀθάνατον, καὶ ἀψηλάφητον, καὶ ἄφθαρτον κατὰ φύσιν, τὴν τοῦ Θεοῦ φύσιν ὁμολογοῦμεν καὶ πιστεύομεν· διὰ τοῦτο καὶ ἡ ψυχή, ὡς κατ’ εἰκόνα Θεοῦ τυγχάνουσα, οὐ φύσει ἀλλὰ χάριτι, ἀκατάληπτος κατ’ οὐσίαν ἡμῖν τοῖς ἀνθρώποις ἐστί, καὶ ἀόρατος, καὶ ἀνερμήνευτος, καὶ ἀψηλάφητος, ἄφθαρτός τε καὶ ἀθάνατος· ἀλλὰ καὶ δημιουργὸς χάριτι, ἄνθρωπος γὰρ ἄνθρωπον ποιεῖ καὶ γεννᾷ χάριτι Θεοῦ, καὶ δημιουργεῖ οἴκους, πόλεις, φυτά, τέχνας, λόγους, ἐπιστήμας, κατ’ εἰκόνα Θεοῦ ὑπάρχων.

Διὸ ὥσπερ οὐδεὶς τῶν ἐξ αἰῶνος ἀνθρώπων δύναται εἰπεῖν τίς ἢ ποία ἐστὶν ἡ τοῦ Θεοῦ φύσις, οὕτως οὐδὲ τίς, ἢ ποία ἐστὶν ἡ τῆς ψυχῆς οὐσία κατ’ εἰκόνα Θεοῦ ὑπαρχούσης δύναται εἰπεῖν ἢ νοῆσαι ἄνθρωπος. Ὥσπερ δὲ ὁ Θεὸς διὰ τῶν ἐνύλων κτισμάτων τῶν ὁρωμένων ἡμῖν τὰς οἰκείας αὐτοῦ δυνάμεις καὶ ἐνεργείας δείκνυσιν, λέγω δὴ δι’ οὐρανῶν καὶ ἄστρων, καὶ ἡλίου καὶ σελήνης, καὶ ὑετῶν, καὶ σεισμῶν γῆς, καὶ φυτῶν, καὶ ἀνέμων, καὶ θαλάττης, ἀόρατος ὑπάρχων αὐτός,οὕτω δὴ καὶ ἡ κατ’ εἰκόνα αὐτοῦ ἀόρατος ἡμῶν ψυχὴ διὰ τοῦ ἰδίου αὐτῆς τοῦ ὁρωμένου σώματος, ὥσπερ κόσμου τινός, τὰς οἰκείας ἐμφανίζει ἐνεργείας, ἐν μὲν τῷ ἐγκεφάλῳ ἄνωθεν τοῦ λεγομένου οὐρανίσκου, εἰς τύπον Θεοῦ τοῦ ὑπεράνω τοῦ οὐρανοῦ, ἔχουσα τὸν ἡγεμόνα νοῦν διοικοῦντα καὶ κυβερνοῦντα ὡς γηγενῆ τινα κόσμον τὸ σῶμα. Διόπερ εἰ δόξει ποτὲ χαλεπήν τινα πληγὴν κατὰ κεφαλῆς λαβεῖν, εὐθέως πάσχει ὁ νοῦς, καὶ οὐκέτι διακρίνειν ἢ μνημονεύειν ὡς τὸ πρὶν ὁ ἄνθρωπος δύναται.

 

 

 

 

 

 

Bibliographical Sources: 

 

J. A. Munitiz and M. Richard (eds), Anastasii Sinaitae Questiones et Responsiones [Corpus Christianorum. Series Graeca 59]¸ Turnhout, 2006.